Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Δαυείδ. Ὁ θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς. διάψαλμα. τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, καὶ ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου ἐξομολογησάσθωσαν λαοί, ὁ θεός, ἐξομολογησάσθωσαν λαοὶ πάντες. εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. διάψαλμα. ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν, εὐλογήσαι ἡμᾶς ὁ θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Psalms 66
Read in English (BSB) — Psalms 67 →Tap any verse to see what it echoes — and start a chain or echo from it.