Echo Scripture

Psalms 58

Read in English (BSB) — Psalms 59

Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυεὶδ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλεν Σαοὺλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός, καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ λύτρωσαί με. ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ᾽ ἐμὲ κραταιοί· οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, Κύριε. ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε, καὶ σύ, Κύριε ὁ θεὸς τῶν δυνάμεων, ὁ θεὸς Ἰσραήλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη, μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. διάψαλμα. ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσιν πόλιν. ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν; καὶ σύ, Κύριε, ἐκγελάσῃ αὐτούς, ἐξουδενώσεις πάντα τὰ ἔθνη. τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι θεὸς ἀντιλήμπτωρ μου εἶ. ὁ θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου. μὴ ἀποκτείνῃς αὐτούς, μή ποτε ἐπιλάθωνται τοῦ νόμου σου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούς, ὁ ὑπερασπιστής μου κύριε. ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν, καὶ συνλημφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσιν· ⸆ καὶ γνώσονται ὅτι ὁ θεὸς τοῦ Ἰακὼβ δεσπόζει τῶν περάτων τῆς γῆς. διάψαλμα. ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσιν πόλιν· αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν, ἐὰν δὲ χορτασθῶσιν, καὶ γογγύσουσιν. ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου· ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου καὶ καταφυγὴ ἐν ἡμέρᾳ θλίψεως. βοηθός μου, σοὶ ψαλῶ, ὁ θεός μου· ὅτι ἀντιλήμπτωρ μου εἶ, ὁ θεός μου, τὸ ἔλεός μου.

Tap any verse to see what it echoes — and start a chain or echo from it.