Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυείδ, ἐν τῷ ἐλθεῖν τοὺς Ζειφαίους· καὶ εἶπεν τῷ Σαούλ Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρ᾽ ἡμῖν; Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με. ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾽ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάψαλμα. ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι, καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου. ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, ὅτι ἀγαθόν· ὅτι ἐκ πάσης θλίψεως ἐρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.
Psalms 53
Read in English (BSB) — Psalms 54 →Tap any verse to see what it echoes — and start a chain or echo from it.