Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ. Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με· σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας πάντας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου πρόιδες, ὅτι οὐκ ἔστιν λόγος ἄδικος ἐν γλώσσῃ μου· ἰδού, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου. ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ᾽ ὀρθὸν καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. καὶ εἶπα Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς. ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτω τῆς γῆς· τὸ ἀκατέργαστόν σου εἴδοσαν οἱ ὀφθαλμοί μου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς. ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ θεός· λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· ἐξαριθμήσομαι αὐτοὺς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ. ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ θεός· ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾽ ἐμοῦ. ὅτι ἔρεις εἰς διαλογισμόν· λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου. οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου· ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου· καὶ ἴδε εἰ ἴδες ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.
Psalms 138
Read in English (BSB) — Psalms 139 →Tap any verse to see what it echoes — and start a chain or echo from it.