Echo Scripture

Psalms 125

Read in English (BSB) — Psalms 126

ᾨδὴ τῶν ἀναβαθμῶν. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι. τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν Ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μετ᾽ αὐτῶν. ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μεθ᾽ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς ὁ χειμάρρους ἐν τῷ νότῳ. οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.