Echo Scripture

Psalms 121

Read in English (BSB) — Psalms 122

ᾨδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι Εἰς οἶκον Κυρίου πορευσόμεθα· ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς Ἰερουσαλήμ. Ἰερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ Κυρίου, μαρτύριον τοῦ Ἰσραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου· ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυείδ, καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε· ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τῇ Ἰερουσαλήμ. γενέσθω δὴ εἰρήνη σου ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν τοῖς πυργοβάρεσίν σου, ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου. ἐλάλουν δὲ εἰρήνην περὶ σοῦ· ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησά σοι.

Tap any verse to see what it echoes — and start a chain or echo from it.