Echo Scripture

Psalms 119

Read in English (BSB) — Psalms 120

ᾨδὴ τῶν ἀναβαθμῶν. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέν μου. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς. οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. πολλὰ παρῴκησεν ἡ ψυχή μου μετὰ τῶν μισούντων τὴν εἰρήνην. ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.