Ἁλληλουιά. Ἠγάπησα ὅτι εἰσακούσεται ὁ θεὸς τῆς φωνῆς τῆς δεήσεώς μου, ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπεκαλεσάμην. περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον. καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. ἐλεήμων καὶ δίκαιος ὁ κύριος, καὶ Κύριος ὁ θεὸς ἡμῶν ἐλεᾷ. φυλάσσων τὰ νήπια ὁ κύριος· ἐταπεινώθην, καὶ ἔσωσέν με. ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέν σε· ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. εὐαρεστήσω ἐναντίον Κυρίου ἐν χώρᾳ ζώντων.
Psalms 114
Read in English (BSB) — Psalms 116 →Tap any verse to see what it echoes — and start a chain or echo from it.