Ἁλληλουιά. Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖται τὸ ὄνομα Κυρίου. ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. τίς ὡς Κύριος ὁ θεὸς ἡμῶν; ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα τέκνων εὐφραινομένων.
Psalms 112
Read in English (BSB) — Psalms 113 →Tap any verse to see what it echoes — and start a chain or echo from it.