Echo Scripture

Psalms 108

Read in English (BSB) — Psalms 109

Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός. Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην· καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος· γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. καὶ ἐξεραυνησάτω δανιστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ· διαρπασάτωσαν ἀλλότριοι πάντας τοὺς πόνους αὐτοῦ· μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ· γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ. ἀναμνησθείη ἡ ἁμαρτία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη· γενηθήτωσαν ἔναντι Κυρίου διὰ παντός, καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾽ αὐτοῦ. καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔνκατα αὐτοῦ καὶ ὡς ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ· γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς ζώννυται. τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίῳ καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. καὶ σύ, Κύριε κύριε, ποίησον μετ᾽ ἐμοῦ ἔλεος ἕνεκα τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με· ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθη, ἐξετινάχθην, ὡσεὶ ἀκρίδες. τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστίας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον. καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. βοήθησόν μοι, Κύριε ὁ θεός μου, σῶσόν με κατὰ τὸ μέγα ἔλεός σου· καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σύ, Κύριε, ἐποίησας αὐτήν. καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν, καὶ περιβαλλέσθωσαν αἰσχύνην ὡσεὶ διπλοίδα αὐτῶν. ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν διωκόντων τὴν ψυχήν μου.

Tap any verse to see what it echoes — and start a chain or echo from it.