Echo Scripture

Numbers 8

Read in English (BSB) — Numbers 8

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τῷ Ἀαρὼν καὶ ἐρεῖς πρὸς αὐτόν Ὅταν ἐπιτιθῇς τοὺς λύχνους, ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι. καὶ ἐποίησεν οὕτως Ἀαρών· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψεν τοὺς λύχνους αὐτῆς. καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας· στερεὰ χρυσῆ, ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος ὃ ἔδειξεν Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησεν τὴν λυχνίαν. Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Λάβε τοὺς Λευείτας ἐκ μέσου υἱῶν Ἰσραὴλ καὶ ἀφαγνιεῖς αὐτούς. καὶ οὕτως ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν· περιρανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσιν τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται. καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ, καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήμψῃ περὶ ἁμαρτίας. καὶ προσάξεις τοὺς Λευείτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· καὶ προσάξεις τοὺς Λευείτας ἔναντι Κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευείτας· καὶ ἀφοριεῖ Ἀαρὼν τοὺς Λευείτας ἀπόδομα ἔναντι Κυρίου παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ ἔσονται ὣστε ἐργάζεσθαι τὰ ἔργα Κυρίου. οἱ δὲ Λευεῖται ἐπιθήσουσιν τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα Κυρίῳ, ἐξιλάσασθαι περὶ αὐτῶν. καὶ στήσεις τοὺς Λευείτας ἔναντι Κυρίου, ἔναντι Ἀαρὼν καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ, καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι Κυρίου· καὶ διαστελεῖς τοὺς Λευείτας ἐκ μέσου υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἐμοί. καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευεῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ καθαριεῖς αὐτούς, καὶ ἀποδώσεις αὐτοὺς ἔναντι Κυρίου. ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοί εἰσιν ἐκ μέσου υἱῶν Ἰσραήλ· ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων τῶν ἐκ τῶν υἱῶν Ἰσραὴλ εἴληφα αὐτοὺς ἐμοί. ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ἰσραήλ ἀπὸ ἀνθρώπων ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἡγίασα αὐτοὺς ἐμοί. καὶ ἔλαβον τοὺς Λευείτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ἰσραήλ. καὶ ἀπέδωκα τοὺς Λευείτας ἀπόδομα δεδομένους Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Ἰσραήλ, ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραήλ· καὶ οὐκ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ προσεγγίζων πρὸς τὰ ἅγια. καὶ ἐποίησεν Μωυσῆς καὶ Ἀαρὼν καὶ πᾶσα συναγωγὴ Ἰσραὴλ τοῖς Λευείταις, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευειτῶν· οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ. καὶ ἡγνίσαντο οἱ Λευεῖται καὶ ἐπλύναντο τὰ ἱμάτια· καὶ ἀπέδωκεν αὐτοὺς Ἀαρὼν ἀπόδομα ἔναντι Κυρίου, καὶ ἐξιλάσατο περὶ αὐτῶν Ἀαρὼν ἀφαγνίσασθαι αὐτούς. καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευεῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ἀαρὼν καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· καθὼς συνέταξεν Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευειτῶν, οὕτως ἐποίησαν αὐτοῖς. Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Τοῦτό ἐστιν τὸ περὶ τῶν Λευειτῶν· ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται τῆς λειτουργίας καὶ οὐκ ἐργάζεται ἔτι, καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακάς, ἔργα δὲ οὐκ ἐργάζεται. οὕτως ποιήσεις τοῖς Λευείταις ἐν ταῖς φυλακαῖς αὐτῶν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.