Καὶ ἐγένετο μετὰ τὴν πληγὴν και ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεαζὰρ τὸν ἱερέα λέγων Λάβε τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ᾽ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ. καὶ ἐλάλησεν Μωυσῆς καὶ Ἐλεαζὰρ ὁ ἱερεὺς ἐν ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχὼ λέγων Ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ, σὺ καὶ οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου. Ῥουβὴν πρωτότοκος Ἰσραήλ. υἱοὶ δὲ Ῥουβήν· Ἑνώχ, καὶ δῆμος τοῦ Ἑνώχ· τῷ Φαλλού, δῆμος τοῦ Φαλλουεί· τῷ Ἁσρών, δῆμος τοῦ Ἁσρωνεί· τῷ Χαρμεί, δῆμος τοῦ Χαρμεί. οὗτοι δῆμοι Ῥουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα. καὶ υἱοὶ Φαλλού· Ἐλιάβ. καὶ υἱοὶ Ἐλιάβ· Ναμουὴλ καὶ Δαθὰν καὶ Ἀβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κόρε ἐν τῇ ἐπισυστάσει Κυρίου· καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κόρε ἐν τῇ συναγωγῇ αὐτοῦ, ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ. οἱ δὲ υἱοὶ Κόρε οὐκ ἀπέθανον. Καὶ οἱ υἱοὶ Συμεών· ὁ δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουήλ, δῆμος ὁ Ναμουηλεί· τῷ Ἰαμείν, δῆμος ὁ Ἰαμινεί· τῷ Ἰαχείν, δῆμος ὁ Ἰαχινεί· τῷ Ζάρα, δῆμος ὁ Ζαραεί· τῷ Σαούλ, δῆμος ὁ Σαουλεί. οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι. Υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνάν· καὶ ἀπέθανεν Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χανάαν. ἐγένοντο δὲ οἱ υἱοὶ Ἰούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλών, δῆμος ὁ Σηλωνεί· τῷ Φάρες, δῆμος ὁ Φάρες· τῷ Ζάρα, δῆμος ὁ Ζαραεί. καὶ ἐγένετο υἱοὶ Φάρες· τῷ Ἁσρών, δῆμος ὁ Ἁσρωνεί· τῷ Ἰαμούν, δῆμος ὁ Ἰαμουνεί. οὗτοι δῆμοι τῷ Ἰούδᾳ κατὰ τὴν ἐπισκοπὴν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι. Καὶ υἱοὶ Ἰσσαχὰρ κατὰ δήμους αὐτῶν· τῷ Θωλά, δῆμος ὁ Θωλαεί· τῷ Φουά, δῆμος ὁ Φουαεί· τῷ Ἰασούβ, δῆμος Ἰασουβεί· τῷ Σαμαράμ, δῆμος ὁ Σαμαρανεί. οὗτοι δῆμοι Ἰσσαχὰρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι. Υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σάρεδ, δῆμος ὁ Σαρεδεί· τῷ Ἀλλών, δῆμος ὁ Ἀλλωνεί· τῷ Ἀλλήλ, δῆμος Ἀλληλεί. οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι. Υἱοὶ Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφών, δῆμος ὁ Σαφωνεί· τῷ Ἁγγεί, δῆμος ὁ Ἁγγεί· τῷ Σουνεί, δῆμος ὁ Σουνεί· τῷ Ἀζενεί, δῆμος ὁ Ἀζενεί· τῷ Ἀδδεί, δῆμος ὁ Ἀδδεί· τῷ, Ἀροδεί, δῆμος ὁ Ἀροδεί· τῷ Ἀριήλ, δῆμος ὁ Ἀριηλεί. οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. Υἱοὶ Ἀσὴρ κατὰ δήμους αὐτῶν· τῷ Ἰαμείν, δῆμος ὁ Ἰαμεινεί· τῷ Ἰεσού, δῆμος ὁ Ἰεσουεί· τῷ Βαριά, δῆμος ὁ Βαριαεί. τῷ Χόβερ, δῆμος ὁ Χοβερεί· τῷ Μελλιήλ, δῆμος ὁ Μελλιηλεί. καὶ τὸ ὄνομα θυγατρὸς Ἀσὴρ Κάρα. οὗτοι δῆμοι Ἀσὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ τεσσεράκοντα χιλιάδες καὶ χ᾽. Υἱοὶ Ἰωσὴφ κατὰ δήμους αὐτῶν· Μανασσὴ καὶ Ἐφράιμ. υἱοὶ Μανασσή· τῷ Μαχείρ, δῆμος ὁ Μαχειρί· καὶ Μαχεὶρ ἐγέννησεν τὸν Γαλαάδ· τῷ Γαλαάδ, δῆμος ὁ Γαλααδεί. καὶ οὗτοι υἱοὶ Γαλαάδ· Ἀχιέζερ, δῆμος ὁ Ἀχιεζειρεί· τῷ Χέλεγ, δῆμος ὁ Χελεγεί· τῷ Ἐσριήλ, δῆμος ὁ Ἐσριηλεί· τῷ Σύχεμ, δῆμος ὁ Συχεμεεί. τῷ Συμαέρ, δῆμος ὁ Συμαερεί· καὶ Ὅφερ, δῆμος ὁ Ὁφερεί. καὶ τῷ Σαλπαὰδ υἱῷ Ὅφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλ᾽ ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μαλὰ καὶ Νουὰ καὶ Ἑγλὰ καὶ Μελχὰ καὶ Θερσά. οὗτοι δῆμοι Μανασσὴ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. καὶ οὗτοι υἱοὶ Ἐφράιμ· τῷ Σουτάλα, δῆμος ὁ Σουταλαεί· τῷ Τάναχ, δῆμος ὁ Ταναχεί. οὗτοι υἱοὶ Σουτάλα· τῷ Ἐδέν, δῆμος ὁ Ἐδενεί. οὗτοι δῆμοι Ἐφράιμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι· οὗτοι δῆμοι υἱῶν Ἰωσὴφ κατὰ δήμους αὐτῶν. Υἱοὶ Βενιαμεὶν κατὰ δήμους αὐτῶν· τῷ Βάλε, δῆμος ὁ Βαλεεί· τῷ Ἀσυβήρ, δῆμος ὁ Ἀσυβηρεί· τῷ Ἰαχειράν, δῆμος ὁ Ἰαχειρανεί· τῷ Σωφάν, δῆμος ὁ Σωφανεί. καὶ ἐγένοντο οἱ υἱοὶ Βάλε Ἀδὰρ καὶ Νοεμανεί. οὗτοι υἱοὶ Βενιαμεὶν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. Καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ Σαμεί, δῆμος ὁ Σαμεί· οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν. πάντες οἱ δῆμοι Σαμεὶ κατ᾽ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ χ᾽. Υἱοὶ Νεφθαλεὶ κατὰ δήμους αὐτῶν· τῷ Σαήλ, δῆμος ὁ Σαηλεί· τῷ Γαυνεί, δῆμος ὁ Γαυνεί· τῷ Ἰέσερ, δῆμος ὁ Ἰεσερεί· τῷ Σελλή, δῆμος ὁ Σελλημεί. οὗτοι δῆμοι Νεφθαλεὶ ἐξ ἐπισκέψεως αὐτῶν, τριάκοντα χιλιάδες καὶ τριακόσιοι. Αὕτη ἡ ἐπίσκεψις υἱῶν Ἰσραήλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι τριάκοντα. Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Τούτοις μερισθήσεται ἡ γῆ, κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων· τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν. διὰ κλήρων μερισθήσεται ἡ γῆ τοῖς ὀνόμασιν, κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν· ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων. Καὶ υἱοὶ Λευεὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσών, δῆμος ὁ Γεδσωνεί· τῷ Καάθ, δῆμος ὁ Κααθεί· τῷ Μεραρεί, δῆμος ὁ Μεραρεί. οὗτοι δῆμοι υἱῶν Λευεί· δῆμος ὁ Λοβενεί, δῆμος ὁ Χεβρωνεί, δῆμος ὁ Κόρε καὶ δῆμος ὁ Μουσεί. καὶ Καὰθ ἐγέννησεν τὸν Ἀμράμ· καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ἰωχάβεδ, θυγάτηρ Λευεί, ἣ ἔτεκεν τούτους τῷ Λευεὶ ἐν Αἰγύπτῳ· καὶ ἔτεκεν τῷ Ἀμρὰμ τὸν Ἀαρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν. καὶ ἐγενήθησαν τῷ Ἀαρὼν ὅ τε Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεαζὰρ καὶ Ἰθαμάρ. καὶ ἀπέθανεν Ναδὰβ καὶ Ἀβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σεινά. καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ἰσραήλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ἰσραήλ. Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ἐλεαζὰρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ· καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ἀαρών, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σεινά· ὅτι εἶπεν Κύριος αὐτῷ Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χαλὲβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
Numbers 26
Read in English (BSB) — Numbers 26 →Tap any verse to see what it echoes — and start a chain or echo from it.