Echo Scripture

Numbers 17

Read in English (BSB) — Numbers 17

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ λάβε παρ᾽ αὐτῶν ῥάβδον, ῥάβδον κατ᾽ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους· καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου. καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευεί· ἔστιν γὰρ ῥάβδος μία, κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσιν. καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ. καὶ ἔσται ὁ ἄνθρωπος ὃν ἐὰν ἐκλέξωμαι αὐτόν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ᾽ ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Ἰσραήλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ᾽ ὑμῖν. καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα, κατ᾽ οἴκους πατριῶν αὐτῶν, ιβ᾽ ῥάβδους· Καὶ ἡ ῥάβδος Ἀαρὼν ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν. καὶ ἀπέθηκεν Μωυσῆς τὰς ῥάβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευεί, καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα. καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ· καὶ εἶδον, καὶ ἔλαβεν ἕκαστος τὴν ῥάβδον αὐτοῦ. καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἀπόθες τὴν ῥάβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων· καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ᾽ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσιν. καὶ ἐποίησεν Μωυσῆς καὶ Ἀαρὼν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν. Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Μωυσῆν λέγοντες Ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα· πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς Κυρίου ἀποθνήσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;

Tap any verse to see what it echoes — and start a chain or echo from it.