καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ἁσηρώθ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Φαράν. Καὶ ἐλάλησεν Κύριος πρός Μωυσῆν λέγων Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν· ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστείλας αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν. καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι. καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ῥουβήν, Σαμουὴλ υἱὸς Ζάκχυρ. τῆς φυλῆς Συμεών, Σαφὰτ υἱὸς Σουρεί· τῆς φυλῆς Ἰούδα, Χαλὲβ υἱὸς Ἰεφοννή· τῆς φυλῆς Ἰσσαχάρ, Ἰλαὰλ υἱὸς Ἰωσήφ· τῆς φυλῆς Ἐφράιμ, Αὑσὴ υἱὸς Ναυή· τῆς φυλῆς Βενιαμείν, Φαλτεὶ υἱὸς Ῥαφού· τῆς φυλῆς Ζαβουλών, Γουδιὴλ υἱὸς Σουδεί· τῆς φυλῆς Ἰωσὴφ τῶν υἱῶν Μανασσή, Γαδδεὶ υἱὸς Σουσεί· τῆς φυλῆς Δάν, Ἀμειὴλ υἱὸς Γαμαί· τῆς φυλῆς Ἀσήρ, Σαθοὺρ υἱὸς Μειχαήλ· τῆς φυλῆς Νεφθαλεί, Ναβεὶ υἱὸς Ἰαβεί· τῆς φυλῆς Γάδ, Γουδιὴλ υἱὸς Μακχί. ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αὑσὴ υἱὸν Ναυὴ Ἰησοῦν. καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χανάαν καὶ εἶπεν πρὸς αὐτούς Ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ, καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος· καὶ ὄψεσθε τὴν γῆν τίς ἐστιν, καὶ τὸν λαὸν τὸν ἐνκαθήμενον ἐπ᾽ αὐτῆς, εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής, ἢ ὀλίγοι εἰσὶν ἢ πολλοί· καὶ τίς ἡ γῆ εἰς ἣν οὗτοι ἐνκάθηνται ἐπ᾽ αὐτῆς, ἢ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, ἢ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίσταις· καὶ τίς ἡ γῆ, ἢ πίων ἢ παρειμένη, ἢ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ. καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς. καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σεὶν ἕως Ῥαάβ, εἰσπορευομένων Ἑφαάθ. καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως Χεβρών, καὶ ἐκεῖ Ἀχειμὰν καὶ Σεσσεὶ καὶ Θελαμείν, γενεαὶ Ἐνάχ· καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου. καὶ ἦλθον ἕως Φάραγγος βότρυος, καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλήματα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ᾽ αὐτοῦ, καὶ ἦραν αὐτὸν ἐπ᾽ ἀναφορεῦσιν, καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν σικύων. τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος, διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσεράκοντα ἡμέρας. καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Φαρὰν Καδής· καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ συναγωγῇ, καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς. καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν Ἤλθαμεν εἰς τὴν γῆν ἣν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ οὗτος ὁ καρπὸς αὐτῆς· ἀλλ᾽ ἢ ὃτι θρασὺ τὸ ἒθνος τὸ κατοικοῦν ἐπ᾽ αὐτῆς, καὶ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν Ἐνὰχ ἑωράκαμεν ἐκεῖ· καὶ Ἀμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ὁ Χετταῖος καὶ ὁ Εὑαῖος καὶ ὁ Ἰεβουσαῖος καὶ ὁ Ἀμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν. καὶ κατεσιώπησεν Χαλὲβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ Οὐχί, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς. καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ᾽ αὐτοῦ εἶπαν Οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος· ὅτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον. καὶ ἐξήνεγκαν ἔκστασιν ἐπὶ τῆς γῆς ἣν κατεσκέψαντο αὐτὴν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγοντες Τὴν γῆν ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ᾽ αὐτῆς ἐστίν· πᾶς ὁ λαὸς ὃν ἑωράκαμεν ἐν αὐτῇ ἄνδρες ὑπερμήκεις ἐκεῖ· καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας, καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες· ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν.
Numbers 13
Read in English (BSB) — Numbers 13 →Tap any verse to see what it echoes — and start a chain or echo from it.