Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Ποίησον σεαυτῷ δύο σάλπιγγας, ἐλατὰς ἀργυρᾶς ποιήσεις σεαυτῷ· καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς. καὶ σαλπίσεις ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσιν, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες, ἀρχηγοὶ Ἰσραήλ. καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβαλοῦσαι ἀνατολάς· καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα· καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρᾶν· σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν. καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε, καὶ οὐ σημασίᾳ. καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσιν ταῖς σάλπιγξιν, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξιν, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασιν καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ θεοῦ ὑμῶν· ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν. Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐξῆραν οἱ υἱοὶ Ἰσραὴλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σεινά· καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν. καὶ ἐξῆραν πρῶτοι διὰ φωνῆς Κυρίου ἐν χειρὶ Μωυσῆ. καὶ ἐξῆραν τάγμα παρεμβολῆς υἱῶν Ἰούδα πρῶτοι σὺν δυνάμει αὐτῶν, καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσὼν υἱὸς Ἀμειναδάβ· καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σωγάρ. καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών· καὶ καθελοῦσιν τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν καὶ οἱ υἱοὶ Μεραρεί, αἴροντες τὴν σκηνήν. Καὶ ἐξῆραν τάγμα παρεμβολῆς Ῥουβὴν σὺν δυνάμει αὐτῶν, καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἐλισοὺρ υἱὸς Σεδιούρ· καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρισαδαί· καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γὰδ Ἐλεισὰφ ὁ τοῦ Ῥαγουήλ. καὶ ἐξαροῦσιν οἱ υἱοὶ Καὰθ αἴροντες τὰ ἅγια, καὶ στήσουσιν τὴν σκηνὴν ἕως παραγένωνται. Καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς Ἐφράιμ σὺν δυνάμει αὐτῶν· ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἐλισαμὰ υἱὸς Ἐμιούδ· καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασσὴ Γαμαλιὴλ ὁ τοῦ Φαδασσούρ· καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμεὶν Ἀβειδὰν ὁ τοῦ Γαδεωνεί. Καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς υἱῶν Δὰν ἔσχατοι πασῶν τῶν παρεμβολῶν σὺν δυνάμει αὐτῶν, καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἀχιέζερ ὁ τοῦ Ἀμεισαδαί· καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἀσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν· καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Νεφθαλεὶ Ἀχειρὲ υἱὸς Αἰνάν. αὗται αἱ στρατιαὶ υἱῶν Ἰσραήλ, καὶ ἐξῆραν σὺν δυνάμει αὐτῶν. Καὶ εἶπεν Μωυσῆς τῷ Ὀβὰβ υἱῷ Ῥαγουὴλ τῷ Μαδιανείτῃ τῷ γαμβρῷ Μωυσῆ Ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπεν Κύριος Τοῦτον δώσω ὑμῖν· δεῦρο μεθ᾽ ἡμῶν, καὶ εὖ σε ποιήσομεν, ὅτι Κύριος ἐλάλησεν καλὰ περὶ Ἰσραήλ. καὶ εἶπεν πρὸς αὐτόν Οὐ πορεύσομαι ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου. καὶ εἶπεν Μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ εἵνεκεν ἦσθα μεθ᾽ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης· καὶ ἔσται ἐὰν πορευθῇς μεθ᾽ ἡμῶν, καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα ὅσα ἐὰν ἀγαθοποιήσῃ Κύριος ἡμᾶς, καὶ εὖ σε ποιήσομεν. Καὶ ἐξῆραν ἐκ τοῦ ὄρους Κυρίου ὁδὸν τριῶν ἡμερῶν· καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν, κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν. καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ᾽ αὐτοῖς ἡμέρας καὶ ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς. καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπεν Μωυσῆς Ἐξεγέρθητι Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε. καὶ ἐν τῇ καταπαύσει εἶπεν Ἐπίστρεφε, Κύριε, χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ.
Numbers 10
Read in English (BSB) — Numbers 10 →Tap any verse to see what it echoes — and start a chain or echo from it.