Καὶ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν Ἰερουσαλήμ· καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐλάβοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν Ἰερουσαλήμ, πόλει τῇ ἁγίᾳ, καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσιν. καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ἰερουσαλήμ. καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας οἳ ἐκάθισαν ἐν Ἰερουσαλήμ· καὶ ἐν πόλεσιν Ἰούδα ἐκάθισεν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν, Ἰσραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ υἱοὶ δούλων Σαλωμών. καὶ ἐν Ἰερουσαλὴμ ἐκάθισαν ἀπὸ υἱῶν Ἰούδα καὶ ἀπὸ υἱῶν Βενιαμείν. ἀπὸ υἱῶν Ἰούδα· Ἀθεὰ υἱὸς Ἀζὲδ υἱὸς Ζαχαριὰ υἱὸς Σαμαρειὰ υἱὸς Σαφατιὰ υἱὸς Μαλελήμ, καὶ ἀπὸ υἱῶν Φάρες. καὶ Μαασειὰ υἱὸς Βαροὺχ υἱὸς Χαλεὰ υἱὸς Ὁζειὰ υἱὸς Δαλεὰ υἱὸς Ἰωρεὶβ υἱὸς Θηζειὰ υἱὸς τοῦ Δηλωνέ. πάντες υἱοὶ Σέρες οἱ καθήμενοι ἐν Ἰερουσαλὴμ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως. καὶ οὗτοι υἱοὶ Βενιαμείν· Σηλὼ υἱὸς Ἀμεσουλά, Ἰωὰδ υἱὸς Φαλαιὰ υἱὸς Κοδιὰ υἱὸς Μαγαὴλ υἱὸς Αἰθιὴλ υἱὸς Ἰεσιά· καὶ ὀπίσω αὐτοῦ Γηβή, Σηλεί, ἐννακόσιοι εἴκοσι ὀκτώ. καὶ Ἰωὴλ υἱὸς Ζεχρεὶ ἐπίσκοπος ἐπ᾽ αὐτούς, καὶ Ἰούδας υἱὸς Ἁσανὰ ἐπὶ τῆς πόλεως δεύτερος. ἀπὸ τῶν ἱερέων καὶ Δαδειὰ υἱὸς Ἰωρείβ, Ἰαχείν, Σαραιὰ υἱὸς Ἑλκειὰ υἱὸς Μεισουλὰμ υἱὸς Σαδδοὺκ υἱὸς Μαριὼθ υἱὸς Ἀπωβώχ, ἀπέναντι οἴκου τοῦ θεοῦ. καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου· Ἀμασεὶ υἱὸς Ζαχαρειὰ υἱὸς Φασσοὺρ υἱὸς Μελχειά, ἄρχοντες πατριῶν διακόσιοι τεσσεράκοντα δύο. καὶ Ἀμασειὰ υἱὸς Ἐσδριήλ, καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἴκοσι ὀκτώ, καὶ ἐπίσκοπος Βαδιήλ. καὶ ἀπὸ τῶν Λευειτῶν Σαμαιὰ υἱὸς Ἁσοὺβ υἱὸς Ἐζερεί· καὶ Μαθανιὰ υἱὸς Μαχά, καὶ Ὠβὴβ υἱὸς Σαμουεί, διακόσιοι ὀγδοήκοντα τέσσαρες. καὶ οἱ πυλωροὶ Ἀκούβ, Τελαμείν, καὶ οἱ ἀδελφοὶ αὐτῶν ἑκατὸν ἑβδομήκοντα δύο. καὶ ἐπίσκοπος Λευειτῶν υἱὸς Βανεί, Ὀζεὶ υἱὸς Ἁσαβιὰ υἱὸς Μειχά. ἀπὸ υἱῶν Ἀσὰβ τῶν ᾀδόντων ἀπέναντι ἔργου οἴκου τοῦ θεοῦ. ὅτι ἐντολὴ τοῦ βασιλέως εἰς αὐτούς. καὶ Παθαιὰ υἱὸς Βασηζὰ πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν χρῆμα τῷ λαῷ. καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν. καὶ ἀπὸ υἱῶν Ἰούδα ἐκάθισαν ἐν Καριαθὰρ καὶ ἐν Ἰησοὺ καὶ ἐν Βεηρσάβεε, καὶ ἐπαύλεις αὐτῶν, Λαχεὶς καὶ ἀγροὶ αὐτῆς· καὶ παρενεβάλοσαν ἐν Βεηρσάβεε. καὶ οἱ υἱοὶ Βενιαμεὶν ἀπὸ Γάλα, Μαχαμάς. καὶ ἀπὸ τῶν Λευειτῶν μερίδες Ἰούδα τῷ Βενιαμείν.
Nehemiah 11
Read in English (BSB) — Nehemiah 11 →Tap any verse to see what it echoes — and start a chain or echo from it.