Echo Scripture

Judges 6

Read in English (BSB) — Judges 6

Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Μαδιὰμ ἑπτὰ ἔτη. καὶ ἴσχυσεν χεὶρ Μαδιὰμ ἐπὶ Ἰσραήλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Μαδιὰμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά. καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἀνέβαιναν Μαδιὰμ καὶ Ἀμαλήκ, καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς· καὶ παρενέβαλον εἰς αὐτούς, καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς Γάζαν, καὶ οὐ κατέλιπον ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ἰσραὴλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον. ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον, καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο, καθὼς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ τοῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός· καὶ ἤρχοντο εἰς τὴν γῆν Ἰσραὴλ καὶ διέφθειρον αὐτήν, καὶ ἐπτώχευσεν Ἰσραὴλ σφόδρα ἀπὸ προσώπου Μαδιάμ. Καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον ἀπὸ προσώπου Μαδιάμ. καὶ ἐξαπέστειλεν Κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ εἶπεν αὐτοῖς Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλίας ὑμῶν, καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς, καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν· καὶ εἶπα ὑμῖν Ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Ἀμορραίου, ἐν οἷς ὑμεῖς καθήσεσθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου. Καὶ ἦλθεν ἄγγελος Κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Ἐφραθὰ ἐν τῇ Ἰωὰς πατρὸς τοῦ Ἐσδρεί· καὶ Γεδεὼν υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιάμ. καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ εἶπεν πρὸς αὐτὸν Κύριος μετὰ σοῦ, ἰσχυρὸς τῶν δυνάμεων. καὶ εἶπεν πρὸς αὐτὸν Γεδεών Ἐν ἐμοί, κύριέ μου, καὶ εἰ ἔστιν Κύριος μεθ᾽ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες Μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἐξέρριψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιάμ. καὶ ἐπέστρεψεν πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου καὶ εἶπεν Πορεύου ἐν ἰσχύι σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ· ἰδοὺ ἐξαπέστειλά σε. καὶ εἶπεν πρὸς αὐτὸν Γεδεών Ἐν ἐμοί, κύριέ μου, ἐν τίνι σώσω τὸν Ἰσραήλ; ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασσή, καὶ ἐγώ εἰμι ὁ μικρότερος ἐν οἴκῳ πατρός μου. καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα. καὶ εἶπεν πρὸς αὐτὸν Γεδεών Εἰ δὲ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ τι ἐλάλησας μετ᾽ ἐμοῦ, μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ· καὶ ἐξοίσω τὴν θυσίαν καὶ θήσω ἐνώπιόν σου. καὶ εἶπεν Ἐγώ εἰμι καθίσομαι ἕως τοῦ ἐπιστρέψαι σε. καὶ Γεδεὼν εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οἰφὶ ἀλεύρου, ἄζυμα, καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ, καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ, καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον· καὶ προσήγγισεν. καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ θεοῦ Λάβε τὰ κρέα τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην, καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε. καὶ ἐποίησεν οὕτως. καὶ ἐξέτεινεν ὁ ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀξύμων, καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος Κυρίου ἐπορεύθη ἀπὸ ὀφθαλμῶν αὐτοῦ. καὶ εἶδεν Γεδεὼν ὅτι ἄγγελος Κυρίου οὗτός ἐστιν· καὶ εἶπεν Γεδεών Ἆ ἆ, κύριέ μου Κύριε, ὅτι εἶδον ἄγγελον Κυρίου πρόσωπον πρόσωπον. καὶ εἶπεν αὐτῷ Κύριος Εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς. καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ κυρίῳ, καὶ ἐπεκάλεσεν αὐτῷ Εἰρήνη Κυρίου, ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Ἐφραθὰ πατρὸς τοῦ Ἐσδρεί. Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Κύριος Λάβε τὸν μόσχον τὸν ταῦρον ὅς ἐστιν τῷ πατρί σου καὶ μόσχον δεύτερον ἑπταετῆ, καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βάαλ ὅ ἐστιν τῷ πατρί σου, καὶ τὸ ἄλσος τὸ ἐπ᾽ αὐτὸ ὀλεθρεύσεις· καὶ οἰκοδομήσεις θυσιαστήριον τῷ κυρίῳ τῷ θεῷ σου ἐπὶ κορυφὴν τοῦ Μαουὲκ τούτου ἐν τῇ παρατάξει, καὶ λήμψῃ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐξολεθρεύσεις. καὶ ἔλαβεν Γεδεὼν δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ, καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησεν πρὸς αὐτὸν Κύριος· καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας, καὶ ἐποίησεν νυκτός. καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί, καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ τὸ ἄλσος τὸ ἐπ᾽ αὐτῷ ὠλέθρευτο· καὶ εἶδαν τὸν μόσχον τὸν δεύτερον, ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον. καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἐποίησεν τὸ ῥῆμα τοῦτο; καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν, καὶ ἔγνωσαν ὅτι Γεδεὼν υἱὸς Ἰωὰς ἐποίησεν τὸ ῥῆμα τοῦτο. καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἰωάς Ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω, ὅτι καθεῖλεν τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ ὅτι ὠλέθρευσεν τὸ ἄλσος τὸ ἐπ᾽ αὐτῷ. καὶ εἶπεν Γεδεὼν υἱὸς Ἰωὰς τοῖς ἀνδράσιν πᾶσιν οἳ ἐπανέστησαν αὐτῷ Μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βάαλ; ἢ ὑμεῖς σώσετε αὐτόν; ὃς ἐὰν δικάσηται αὐτῷ, θανατωθήτω ἕως πρωί· εἰ θεός ἐστιν, δικαζέσθω αὐτῷ, ὅτι καθεῖλεν τὸ θυσιαστήριον αὐτοῦ. καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἀρβάαλ, λέγων Δικασάσθω ἐν αὐτῷ ὁ Βάαλ, ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ. Καὶ πᾶσα Μαδιὰμ καὶ Ἀμαλὴκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτό, καὶ παρενέβαλον ἐν κοιλάδι Ἐζερεέλ. καὶ πνεῦμα Κυρίου ἐνεδυνάμωσεν τὸν Γεδεών, καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ ἐφοβήθη Ἀβιέζερ ὀπίσω αὐτοῦ. καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα Μανασσὴ καὶ ἐν Ἀσὴρ καὶ ἐν Ζαβουλὼν καὶ Νεφθαλεί, καὶ ἀνέβη εἰς συνάντησιν αὐτῶν. καὶ εἶπεν Γεδεὼν πρὸς τὸν θεόν Εἰ σὺ σώζεις ἐν χειρί μου τὸν Ἰσραὴλ καθὼς ἐλάλησας, ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι· ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ἰσραὴλ καθὼς ἐλάλησας. καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισεν τῇ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον, καὶ ἔσταξεν δρόσος ἀπὸ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος. καὶ εἶπεν Γεδεὼν πρὸς τὸν θεόν Μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· πειράσω δὲ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος. καὶ ἐποίησεν οὕτως ὁ θεὸς ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος.

Tap any verse to see what it echoes — and start a chain or echo from it.