Echo Scripture

Joshua 21

Read in English (BSB) — Joshua 21

Καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευεὶ πρὸς Ἐλεαζὰρ τὸν ἱερέα καὶ Ἰησοῦν τὸν τοῦ Ναυὴ καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν Ἰσραήλ, καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλὼ ἐν γῇ Χανάαν λέγοντες Ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν. καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευείταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος Κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν. καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Καάθ, καὶ ἐγένετο τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν τοῖς Λευείταις ἀπὸ φυλῆς Ἰούδα καὶ ἀπὸ φυλῆς Συμεὼν καὶ ἀπὸ φυλῆς Βενιαμεὶν κληρωτεὶ πόλεις ιγ᾽· καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλελιμμένοις ἐκ τῆς φυλῆς Ἐφράιμ καὶ ἐκ τῆς φυλῆς Δὰν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ κληρωτεὶ πόλεις δέκα· καὶ τοῖς υἱοῖς Γεδσὼν ἀπὸ τῆς φυλῆς Ἰσσαχὰρ καὶ ἀπὸ τῆς φυλῆς Ἀσὴρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλεὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ ἐν τῷ Βασὰν πόλεις δέκα τρεῖς· καὶ ἐν τοῖς υἱοῖς Μεραρεὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ῥουβὴν καὶ ἀπὸ φυλῆς Γὰδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτεὶ πόλεις δώδεκα. Καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευείταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ κληρωτεί. καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν Ἰούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμεὶν τὰς πόλεις ταύτας· καὶ ἐπεκλήθησαν τοῖς υἱοῖς Ἀαρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευεί, ὅτι τοῦτο ἐγενήθη ὁ κλῆρος. καὶ ἔδωκεν αὐτοῖς τὴν Καραθαρβὸκ μητρόπολιν τῶν Ἐνάκ, αὕτη ἐστὶν Χεβρὼν ἐν τῷ ὄρει Ἰούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χαλὲβ υἱοῦ Ἰεφοννὴ ἐν κατασχέσει. καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκεν τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι, τὴν Χεβρὼν καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ, καὶ τὴν Λεμνὰ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ, καὶ τὴν Αἰλὼμ καὶ τὰ ἀφωρισμένα ἀυτῇ, καὶ τὴν Τεμὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Γελλὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Δαβεὶρ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Ἄσα καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Τανὺ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Βαιθσάμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων. καὶ παρὰ τῆς φυλῆς Βενιαμεὶν τὴν Γαβαὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Γάθεθ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Ἀναθὼθ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Γαμαλὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. πᾶσαι αἱ πόλεις υἱῶν Ἀαρὼν τῶν ἱερέων δέκα τρεῖς. καὶ τοῖς δήμοις υἱοῖς Καὰθ τοῖς Λευείταις τοῖς καταλελιμμένοις ἀπὸ τῶν υἱῶν Καάθ, καὶ ἐγενήθη πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς Ἐφράιμ· καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος, τὴν Συχὲμ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Γαζαρὰ καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Βαιθωρὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. καὶ ἐκ τῆς φυλῆς Δὰν τὴν Ἐλκωθάιμ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Γεθεδὰν καὶ τὰ ἀφωρισμένα. αὐτῇ, καὶ Αἰλὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Γεθερεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ, τὴν Τανὰχ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Ἰεβαθὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα αὐτῇ τὰ πρός αὐταῖς τοῖς δήμοις υἱῶν Καὰθ τοῖς ὑπολελιμμένοις. καὶ τοῖς υἱοῖς Γεδσὼν τοῖς Λευείταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσὴ τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλὼν ἐν τῇ Βασανείτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Βοσορὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. καὶ ἐκ τῆς φυλῆς Ἰσσαχὰρ τὴν Κεισὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Δεββὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Ῥεμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. καὶ ἐκ τῆς φυλῆς Ἀσὴρ τὴν Βασελλὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Δαββὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Χελκὰτ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Ῥαὰβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. καὶ ἐκ τῆς φυλῆς Νεφθαλεὶ τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι, τὴν Κάδες ἐν τῇ Γαλειλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Νεμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Θεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τρεῖς. πᾶσαι αἱ πόλεις τοῦ Γεδσὼν κατὰ δήμους αὐτῶν πόλεις δέκα τρεῖς. καὶ τῷ δήμῳ υἱῶν Μεραρεὶ τοῖς Λευείταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς Ζαβουλὼν τὴν Μαὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Κάδης καὶ τὰ περισπόρια αὐτῆς, καὶ Σελλὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τρεῖς. καὶ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἰερειχὼν ἐκ τῆς φυλῆς Ῥουβὴν τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Βόσορ ἐν τῇ ἐρήμῳ, τὴν Μεισὼ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δεκμὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μαφὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες. καὶ ἀπὸ τῆς φυλῆς Γὰδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, καὶ τὴν Ῥαμὼθ ἐν τῇ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς, τὴν Καμέιν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἑσβὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς· αἱ πᾶσαι πόλεις τέσσαρες. πᾶσαι πόλεις τοῖς υἱοῖς Μεραρεὶ κατὰ δήμους αὐτῶν τῶν καταλελιμμένων ἀπὸ τῆς φυλῆς Λευεί· καὶ ἐγενήθη τὰ ὅρια αἱ πόλεις δέκα δύο. πᾶσα πόλις τῶν Λευειτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ἰσραὴλ τεσσεράκοντα ὀκτὼ πόλεις, καὶ τὰ περισπόρια αὐτῶν κύκλῳ τῶν πόλεων τούτων· πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις. [1] καὶ συνετέλεσεν Ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν. [2] καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ μερίδα τῷ Ἰησοῖ κατὰ πρόσταγμα Κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο· τὴν Θαμνασάραχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει Ἐφράιμ. [3] καὶ ᾠκοδόμησεν Ἰησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ· [4] καὶ ἔλαβεν Ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς Ἰσραὴλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαχαράθ. Καὶ ἔδωκεν Κύριος τῷ Ἰσραὴλ πᾶσαν τὴν γῆν ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ. καὶ κατέπαυσεν αὐτοὺς Κύριος κυκλόθεν, καθότι ὤμοσεν τοῖς πατράσιν αὐτῶν· οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκεν Κύριος εἰς τὰς χεῖρας αὐτῶν. οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν ὧν ἐλάλησεν Κύριος τοῖς υἱοῖς Ἰσραήλ· πάντα παρεγένετο.

Tap any verse to see what it echoes — and start a chain or echo from it.