Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ἰὼβ ἐκ τοῦ νέφους Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σύ δέ μοι ἀπόκριναι· μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἳνα ἀναφανῇς δίκαιος; ἢ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου, ἢ φωνῇ κατ᾽ αὐτοῦ βροντᾷς; ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι. ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πᾶν δὲ ὑβριστὴν ταπείνωσον, ὑπερήφανον δὲ σβέσον· σῆψον δὲ ἀσεβεῖς παραχρῆμα, κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον· ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι. ἀλλὰ δὴ ἰδοὺ δὴ θηρία παρὰ σοί, χόρτον ἴσα βουσὶν ἐσθίουσιν. ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ᾽ ὀσφύι, ἡ δὲ δύναμις ἐπ᾽ ὀμφαλοῦ γαστρός· ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται· αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. τοῦτ᾽ ἔστιν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐνκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. ἐπελθὼν δὲ ἐπ᾽ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ· ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον· σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις, καὶ κλῶνες ἀγροῦ. ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ, πέποιθεν ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ· ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν; ἐνσκολιευόμενος τρήσει ῥῖνα; ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, ⸂⸆⸃ περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ; εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; θήσεται διαθήκην μετὰ σοῦ; λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ, ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη; πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐρᾶς αὐτοῦ, καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. ἐπιθήσει δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ.
Tap any verse to see what it echoes — and start a chain or echo from it.