Echo Scripture

Job 32

Read in English (BSB) — Job 32

Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν· ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰώβ, ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν. ὠργίσθη δὲ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζείτης ἐκ τῆς συγγενείας Ῥάμ, τῆς Αὐσείτιδος χώρας· ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου. καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ἰώβ, καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ. Ἐλιοῦς δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ἰώβ, ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις. καὶ εἶδεν Ἐλιοῦς ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ. ὑπολαβὼν δὲ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζείτης εἶπεν Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. εἶπα δὲ ὅτι Οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασιν σοφίαν· ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσα· οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδ᾽ οἱ γέροντες οἴδασιν κρίμα. διὸ εἶπα Ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα· ἐνωτίζεσθέ μου τὰ ῥήματα ὑμῶν ἀκουόντων, ἄχρι οὗ ἐτάσητε λόγους. καὶ μέχρι ὑμῶν συνήσω· καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων, ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν. ἵνα μὴ εἴπητε Εὕρομεν σοφίαν Κυρίῳ προσθέμενοι· ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα. ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους. ὑπέμεινα, οὐ γὰρ ἐλάλησα· ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν. Ὑπολαβὼν δὲ Ἐλιοῦς λέγει Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός· ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος, ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς. λαλήσω, ἵνα ἀναπαύσωμαι, ἀνοίξας τὰ χείλη· ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ· οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.

Tap any verse to see what it echoes — and start a chain or echo from it.