Echo Scripture

Job 27

Read in English (BSB) — Job 27

Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προοιμίῳ Ζῇ ὁ θεὸς ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν, εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥινί, μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν· δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι, οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ᾽ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται; ἢ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ θεός; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου, ἅ ἐστιν παρὰ Παντοκράτορι οὐ ψεύσομαι. ἰδοὺ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ Παντοκράτορος ἐπ᾽ αὐτούς. ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσιν, προσαιτήσουσιν· χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει. ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον, ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη. πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν. συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος· ἀναλήμψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται, καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. καὶ ἐπιρίψει αὐτὸν καὶ οὐ φείσεται· ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. κροτήσει ἐπ᾽ αὐτοῦ χεῖρας αὐτῶν, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.