Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει Τί γὰρ προοίμιον ἢ φόβος ὁ παρ᾽ αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶν παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾽ αὐτοῦ; πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός; ἦ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει· ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.
Tap any verse to see what it echoes — and start a chain or echo from it.