Echo Scripture

Jeremiah 50

Read in English (BSB) — Jeremiah 50

Καὶ ἐγενήθη ὡς ἐπαύσατο Ἰερεμίας λέγων πρὸς τὸν λαὸν τοὺς πάντας λόγους Κυρίου οὓς ἀπέστειλεν αὐτὸν Κύριος πρὸς αὐτούς, πάντας τοὺς λόγους τούτους, καὶ εἶπεν Ἀζαρίας υἱὸς Μαασσαίου καὶ Ἰωανὰν υἱὸς Καρῆε καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ Ἰερεμίᾳ λέγοντες Ψεύδη, οὐκ ἀπέστειλέν σε Κύριος πρὸς ἡμᾶς λέγων Μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ, ἀλλ᾽ ἢ Βαροὺχ υἱὸς Νηρείου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα. καὶ οὐκ ἤκουσεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς Κυρίου, κατοικῆσαι ἐν γῇ Ἰούδα. καὶ ἔλαβεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους Ἰούδα τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ, τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τὰς θυγατέρας τοῦ βασιλέως, καὶ τὰς ψυχὰς ἃς κατέλειπεν Ναβουζαρδὰν μετὰ Γοδολίου υἱοῦ Ἀχεικάμ, καὶ Ἰερεμίαν τὸν προφήτην καὶ Βαροὺχ υἱὸν Νηρίου, καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου, καὶ εἰσῆλθαν εἰς Ταφνάς. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν ἐν Ταφνὰς λέγων Λάβε σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις, ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Ταφνάς, κατ᾽ ὀφθαλμοὺς ἀνδρῶν Ἰούδα, καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Ἰδού ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονοσὸρ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα ἐπ᾽ αὐτούς, καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμὸν εἰς ἀποικισμόν, καὶ οὓς εἰς ῥομφαίαν εἰς ῥομφαίαν· καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν, καὶ ἐνπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτούς, καὶ φθειριεῖ γῆν Αἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ. καὶ ἐξελεύσεται ἐν εἰρήνῃ, καὶ συντρίψει τοὺς στύλους Ἡλίου πόλεως τοὺς ἐν Ὢν, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.

Tap any verse to see what it echoes — and start a chain or echo from it.