Echo Scripture

Jeremiah 47

Read in English (BSB) — Jeremiah 47

Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμάν, ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις ἐν μέσῳ ἀποικίας Ἰούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα. Καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ Κύριος ὁ θεός σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐποίησεν Κύριος, ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς. ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ᾽ ἐμοῦ εἰς Βαβυλῶνα, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ· εἰ δὲ μή, ἀπότρεχε, ἀνάστρεψον πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ υἱοῦ Σαφάν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ἰούδα, καὶ οἴκησον μετ᾽ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ἰούδα· εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι, πορεύου. καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν. καὶ ἦλθεν πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῇ. Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῇ, καὶ παρεκατέθεντο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα. καὶ ἦλθεν πρὸς Γοδολίαν εἰς Μασσηφὰ Ἰσμαὴλ υἱὸς Ναθανίου καὶ Ἰωνὰν υἱὸς Καρῆε καὶ Σαραιὰ υἱὸς Θαναέμαιθ καὶ υἱοὶ Ἰωφὲ τοῦ Νετωφατεὶ καὶ Ἰεζονίας υἱὸς τοῦ Μοχατεί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν. καὶ ὤμοσεν αὐτοῖς Γοδολίας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων Μὴ φοβηθῆτε ἀπὸ προσώπου παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν. καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων οἳ ἂν ἔλθωσιν ἐφ᾽ ὑμᾶς· καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ ἔλαιον, καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν, καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε. καὶ πάντες οἱ Ἰουδαῖοι οἱ ἐν Μωὰβ καὶ ἐν υἱοῖς Ἀμμὼν καὶ οἱ ἐν τῇ Ἰδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλιμμα τῷ Ἰούδᾳ, καὶ ὅτι κατέστησεν ἐπ᾽ αὐτοὺς τὸν Γοδολίαν υἱὸν Ἀχεικάμ. καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν Ἰούδα εἰς Μασσηφά, καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον. Καὶ Ἰωανὰν υἱὸς Καρῆε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλθον πρὸς τὸν Γοδολίαν εἰς Μασσηφὰ καὶ εἶπαν αὐτῷ Εἰ γνώσει γινώσκεις ὅτι Βελεισὰ βασιλεὺς υἱῶν Ἀμμὼν ἀπέστειλεν πρὸς σὲ τὸν Ἰσμαὴλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας. καὶ Ἰωανὰν εἶπεν τῷ Γοδολίᾳ κρυφαίως ἐν Μασσηθά Πορεύσομαι δὴ καὶ πατάξω τὸν Ἰσμαήλ, καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ἰουδὰ οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ἰούδα. καὶ εἶπεν Γοδολίας πρὸς Ἰωανάν Μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις ὑπὲρ Ἰσμαήλ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.