Echo Scripture

Isaiah 36

Read in English (BSB) — Isaiah 36

Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἑζεκίου ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς. καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ῥαβσάκην ἐκ Λαχεὶς εἰς Ἰερουσαλὴμ πρὸς τὸν βασιλέα Ἑζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκείου ὁ οἰκονόμος καὶ Σόβνας ὁ γραμματεὺς καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. καὶ εἶπεν αὐτοῖς Ῥαβσάκης Εἴπατε Ἑζεκίᾳ Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιθὼς εἶ; μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνα πέποιθας ὅτι ἀπειθεῖς μοι; ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾽ Αἴγυπτον· ὃς ἂν ἐπιστηρισθῇ ἑπ᾽ αὐτήν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτῷ. εἰ δὲ λέγετε Ἐπὶ Κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν, νῦν μίχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾽ αὐτούς. καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾽ Αἴγυπτον, εἰς ἵππον καὶ ἀναβάτην. καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπεν πρὸς μέ Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν. καὶ εἶπεν πρὸς αὐτὸν Ἐλιακεὶμ καὶ Σόμνας καὶ Ἰώας Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαιστί· καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει; καὶ εἶπεν Ῥαβσάκης πρὸς αὐτούς Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθ᾽ ὑμῶν ἅμα; καὶ ἔστη Ῥαψάκης καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων Τάδε λέγει ὁ βασιλεύς Μὴ ἀπατάτω ὑμᾶς Ἑζεκίας λόγοις, οὐ μὴ δύνηται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἑζεκίας ὅτι Ῥύσεται ὑμᾶς ὁ θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων· μὴ ἀκούετε Ἑζεκίου. τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μέ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς, καὶ πίεσθε ὕδωρ τοῦ χαλκοῦ ὑμῶν, ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων ⸂⸆⸃ καὶ ἀμπελώνων. μὴ ἀπατάτω ὑμᾶς Ἑζεκίας λέγων Ὁ θεὸς ῥύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; ποῦ ἐστιν ὁ θεὸς Ἑμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Ἐπφαρουαίμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ὅστις ἐρρύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται ὁ θεὸς τὴν Ἰερουσαλὴμ ἐκ χειρός μου; καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι. καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἑζεκίαν ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαβσάκου.

Tap any verse to see what it echoes — and start a chain or echo from it.