Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ᾽ ἵπποις πεποιθότες καὶ ἐφ᾽ ἅρμασιν· ἔστιν γὰρ πολλά, καὶ ἐφ᾽ ἵπποις πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραήλ, καὶ τὸν κύριον οὐκ ἐζήτησαν. καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ᾽ αὐτοὺς κακά, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπ᾽ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν, Αἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν, ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια· ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ᾽ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται. ὅτι οὕτως εἶπέν μοι Κύριος Ὃν τρόπον βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θήρᾳ ᾗ ἔλαβεν, καὶ κεκράξῃ ἐπ᾽ αὐτῇ ἕως ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν, οὕτως καταβήσεται Κύριος σαβαὼθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σειών, ἐπὶ τὰ ὄρη αὐτῆς. ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ Κύριος σαβαώθ, ὑπὲρ Ἰερουσαλὴμ ὑπερασπιεῖ καὶ ἐξελεῖται, καὶ περιποιήσεται καὶ σώσει. ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον υἱοὶ Ἰσραήλ. ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χειροποίητα τὰ χρυσᾶ ἃ ἐποίησαν ⸆ αἱ χεῖρες αὐτῶν. καὶ πεσεῖται Ἀσσούρ· οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται. Τάδε λέγει Κύριος Μακάριος ὃς ἔχει ἐν Σειὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ.
Isaiah 31
Read in English (BSB) — Isaiah 31 →Tap any verse to see what it echoes — and start a chain or echo from it.