Καὶ εἶπεν Κύριος πρὸς μέ Ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καθὼς ἀγαπᾷ ὁ θεὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ αὐτοὶ ἐπιβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσιν πέμματα μετὰ σταφίδος. καὶ ἐμισθωσάμην ἐμαυτῷ πέντε καὶ δέκα ἀργυρίου καὶ γόμορ κριθῶν καὶ νέβελ οἴνου, καὶ εἶπα πρὸς αὐτήν Ἡμέρας πολλὰς καθήσῃ ἐπ᾽ ἐμοί, καὶ οὐ μὴ πορνεύσῃς οὐδὲ μὴ γένῃ ἀνδρί, καὶ ἐγὼ ἐπὶ σοί. διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατίας οὐδὲ δήλων. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσιν Κύριον τὸν θεὸν αὐτῶν καὶ Δαυεὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν.
Tap any verse to see what it echoes — and start a chain or echo from it.