Echo Scripture

Hosea 13

Read in English (BSB) — Hosea 13

Κατὰ τὸν λόγον Ἐφράιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ Ἰσραήλ, καὶ ἔθετο αὐτὰ τῇ Βάαλ καὶ ἀπέθανεν. καὶ προσέθεντο τοῦ ἁμαρτάνειν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ᾽ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγουσιν Θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασιν. διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, ὡς χνοῦς ἀποφυσώμενος ἀφ᾽ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ δακρύων. ἐγὼ δὲ Κύριος ὁ θεός σου, στερεῶν τὸν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατείαν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν· καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σώζων οὐκ ἔστιν παρὲξ ἐμοῦ. ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ κατὰ τὰς νομὰς αὐτῶν· καὶ ἐνεπλήσθησαν εἰς πλησμονήν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν, ἕνεκα τούτου ἐπελάθοντό μου. καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν Ἀσσυρίων· ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη, καὶ διαρρήξω συνκλεισμὸν καρδίας αὐτῶν, καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς. τῇ διαφθορᾷ σου, Ἰσραήλ, τίς βοηθήσει; ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσίν σου· κρινάτω σε ὃν εἶπας Δός μοι βασιλέα καὶ ἄρχοντα. καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου. συστροφὴν ἀδικίας Ἐφράιμ, ἐνκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ· ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ. οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων. ἐκ χειρὸς ᾅδου ῥύσομαι καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη; παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μοῦ, διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ. ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπ᾽ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.