Echo Scripture

Hosea 1

Read in English (BSB) — Hosea 1

ΛΟΓΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Ὡσῆε τὸν τοῦ Βεηρεὶ ἐν ἡμέραις Ὀζείου καὶ Ἰωαθὰμ καὶ Ἀχὰς καὶ Ἑζεκίου βασιλέων Ἰούδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ. Ἀρχὴ λόγου Κυρίου ἐν Ὡσῆε. καὶ εἶπεν Κύριος πρὸς Ὡσηέ Βάδιζε λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου. καὶ ἐπορεύθη καὶ ἔλαβεν τὴν Γόμερ θυγατέρα Δεβηλάιμ, καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτῷ υἱόν. καὶ εἶπεν Κύριος πρὸς αὐτόν Κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραέλ, διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ἰσραὴλ ἐν κοιλάδι τοῦ Ἰεζραέλ. καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα. καὶ εἶπεν αὐτῷ Κάλεσον τὸ ὄνομα αὐτῆς Οὐκ ἠλεημένη, διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραήλ, ἀλλ᾽ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς. τοὺς δὲ υἱοὺς ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ θεῷ αὐτῶν, καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ῥομφαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσιν. καὶ ἀπεγαλάκτισεν τὴν Οὐκ ἠλεημένην, καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν Κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ λαός μου, διότι ὑμεῖς οὐ λαός μου καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν. Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται οὐδὲ ἐξαριθμηθήσεται· καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, κληθήσονται καὶ αὐτοὶ υἱοὶ θεοῦ ζῶντος. καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτό, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραέλ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.