Echo Scripture

Genesis 49

Read in English (BSB) — Genesis 49

Ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ᾽ ἐσχάτων τῶν ἡμέρων. συνάχθητε καὶ ἀκούσατε μου, υἱοὶ Ἰακώβ. ἀκούσατε Ἰσραήλ, ἀκούσατε τοῦ πατρὸς ὑμῶν. Ῥουβὴν πρωτότοκός μου, σὺ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου· σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης. ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης. Συμεὼν καὶ Λευὶ ἀδελφοί. συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν. εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά μου· ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. ἐπικατάρατος ὁ θυμὸς αὐτῶν ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν ὅτι ἐσκληρύνθη· διαμεριῶ αὐτοὺς ἐν Ἰακώβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν. δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὑπὲρ οἶνον, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Ζαβουλὼν παράλιος κατοικήσει, καὶ αὐτὸς παρ᾽ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος. Ἰσσαχὰρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων· καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή, καὶ τὴν γῆν ὅτι πίων ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός. Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ. καὶ γενηθήτω Δὰν ὄφις ἐφ᾽ ὁδοῦ, ἐνκαθήμενος ἐπὶ τρίβου· δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων Κυρίου. Γάδ, πειρατήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας. Ἀσήρ, πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν. Νεφθαλεί, στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γενήματι κάλλος. Υἱὸς ηὐξημένος Ἰωσήφ, υἱὸς ηὐξημένος μου ζηλωτός· υἱός μου νεώτατος· πρὸς μὲ ἀνάστρεψον. εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων· καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρὸς αὐτῶν, διὰ χεῖρα δυνάστου Ἰακώβ· ἐκεῖθεν ὁ κατισχύσας Ἰσραήλ· παρὰ θεοῦ τοῦ πατρός σου. καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμός, καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν, καὶ εὐλογίαν γῆς ἐχούσης πάντα· ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου· ὑπερίσχυσεν ἐπ᾽ εὐλογίαις ὀρέων μονίμων, καὶ ἐπ᾽ εὐλογίαις θεινῶν ἀενάων· ἔσονται ἐπὶ κεφαλὴν Ἰωσήφ, καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν. Βενιαμεὶν λύκος ἅρπαξ· τὸ πρωινὸν ἔδεται ἔτι, καὶ εἰς τὸ ἑσπέρας δίδωσιν τροφήν. Πάντες οὗτοι υἱοὶ Ἰακὼβ δώδεκα, καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν· καὶ εὐλόγησεν αὐτοὺς ὁ πατήρ, ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ εἶπεν αὐτοῖς Ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ ὅ ἐστιν ἐν τῷ ἀγρῷ Ἐφρὼν τοῦ Χετταίου, ἐν τῷ σπηλαίῳ τῷ διπλῷ τῷ ἀπέναντι Μαμβρὴ ἐν γῇ Χανάαν, ὃ ἐκτήσατο Ἀβραὰμ τὸ σπήλαιον παρὰ Ἐφρὼν τοῦ Χετταίου ἐν κτήσει μνημείου. ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ· ἐκεῖ ἔθαψαν Ἰσαὰκ καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ· ἐκεῖ ἔθαψαν Λείαν, ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χέτ. Καὶ κατέπαυσεν Ἰακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπεν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.