Ἰωσὴφ δὲ κατήχθη εἰς Αἴγυπτον· καὶ ἐκτήσατο αὐτὸν Πετεφρῆς ὁ εὐνοῦχος Φαραὼ ὁ ἀρχιμάγειρος, ἀνήρ Αἰγύπτιος, ἐκ χειρῶν Ἰσμαηλειτῶν, οἳ κατήγαγον αὐτὸν ἐκεῖ. καὶ ἦν Κύριος μετὰ Ἰωσήφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ τῷ Αἰγυπτίῳ. ᾔδει δὲ ὁ κύριος αὐτοῦ ὅτι Κύριος μετ᾽ αὐτοῦ, καὶ ὅσα ἂν ποιῇ, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ. καὶ εὗρεν Ἰωσὴφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, εὐηρέστει δὲ αὐτῷ· καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ ἔδωκεν διὰ χειρὸς Ἰωσήφ. ἐγένετο δὲ μετὰ τὸ κατασταθῆναι αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ ἐπὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ ηὐλόγησεν Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ἰωσήφ· καὶ ἐγενήθη εὐλογία Κυρίου ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῷ ἐν τῷ οἴκῳ καὶ ἐν τῷ ἀγρῷ. καὶ ἐπέστρεψεν πάντα ὅσα ἦν αὐτῷ εἰς χεῖρας Ἰωσήφ, καὶ οὐκ ᾔδει τῶν καθ᾽ ἑαυτὸν οὐδὲν πλὴν τοῦ ἄρτου οὗ ἤσθιεν αὐτός. καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα. καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ἰωσήφ, καὶ εἶπεν Κοιμήθητι μετ᾽ ἐμοῦ. ὁ δὲ οὐκ ἤθελεν, εἶπεν δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ Εἰ ὁ κύριός μου οὐ γινώσκει δι᾽ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ ἔδωκεν εἰς τὰς χεῖράς μου, καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ αὐτοῦ οὐθὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπ᾽ ἐμοῦ οὐδὲν πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι· καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ; ἡνίκα δὲ ἐλάλει Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετ᾽ αὐτῆς τοῦ συγγενέσθαι αὐτῇ. ἐγένετο δὲ τοιαύτη τις ἡμέρα· εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν τοῦ ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐθεὶς ἦν ἐν τῇ οἰκίᾳ ἔσω· καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων αὐτοῦ λέγουσα Κοιμήθητι μετ᾽ ἐμοῦ· καὶ καταλείπων τὰ ἱμάτια αὐτοῦ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω. καὶ ἐγένετο ὡς εἶδεν ὅτι κατέλειπεν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω, καὶ ἐκάλεσεν τοὺς ὄντας ἐν τῇ οἰκίᾳ καὶ εἶπεν αὐτοῖς λέγουσα Ἴδετε, εἰσήγαγεν ἡμῖν παῖδα Ἐβραῖον ἐμπαίζειν ἡμῖν· εἰσῆλθεν πρὸς μὲ λέγων Κοιμήθητι μετ᾽ ἐμοῦ· καὶ ἐβόησα φωνῇ μεγάλῃ. ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλείπων τὰ ἱμάτια αὐτοῦ παρ᾽ ἐμοὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω. καὶ καταλιμπάνει τὰ ἱμάτια παρ᾽ ἑαυτῇ ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα λέγουσα Εἰσῆλθεν πρὸς μὲ ὁ παῖς ὁ Ἐβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι, καὶ εἶπέν μοι Κοιμήθητι μετ᾽ ἐμοῦ. ὡς δὲ ἤκουσεν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, κατέλειπεν τὰ ἱμάτια αὐτοῦ παρ᾽ ἐμοὶ καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω. ἐγένετο δὲ ὡς ἤκουσεν ὁ κύριος τὰ ῥήματα τῆς γυναικὸς αὐτοῦ, ὅσα ἐλάλησεν πρὸς αὐτὸν λέγουσα Οὕτως ἐποίησέν μοι ὁ παῖς σου, καὶ ἐθυμώθη ὀργῇ. καὶ ἔλαβεν ὁ κύριος Ἰωσὴφ καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα, εἰς τὸν τόπον ἐν ᾧ οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται ἐκεῖ ἐν τῷ ὀχυρώματι. καὶ ἦν Κύριος μετὰ Ἰωσὴφ καὶ κατέχεεν αὐτοῦ ἔλεος, καὶ ἔδωκεν αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος. καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς Ἰωσὴφ καὶ πάντας τοὺς ἀπηγμένους ὅσοι ἐν τῷ δεσμωτηρίῳ, καὶ πάντα ὅσα ποιοῦσιν ἐκεῖ. οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ γινώσκων δι᾽ αὐτὸν οὐθέν· πάντα γὰρ ἦν διὰ χειρὸς Ἰωσήφ, διὰ τὸ τὸν κύριον μετ᾽ αὐτοῦ εἶναι· καὶ ὅσα αὐτὸς ἐποίει, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ.
Genesis 39
Read in English (BSB) — Genesis 39 →Tap any verse to see what it echoes — and start a chain or echo from it.