Echo Scripture

Genesis 36

Read in English (BSB) — Genesis 36

Αὗται δὲ αἱ γενέσεις Ἠσαύ· αὐτός ἐστιν Ἐδώμ. Ἠσαὺ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων· τὴν Ἀδά, θυγατέρα Ἐλὼμ τοῦ Χετταίου, καὶ τὴν Ὀλιβεμά, θυγατέρα Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὑαίου, καὶ τὴν Βασεμμάθ, θυγατέρα Ἰσμαήλ, ἀδελφὴν Ναβαιώθ. ἔτεκεν δὲ Ἀδὰ τῷ Ἠσαὺ τὸν Ἐλιφάς, καὶ Βασεμμὰθ ἔτεκεν τὸν Ῥαγουήλ, καὶ Ὀλιβεμὰ ἔτεκεν τὸν Ἰεοὺς καὶ τὸν Ἰεγλὸμ καὶ τὸν Κόρε· οὗτοι υἱοὶ Ἠσαύ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χανάαν. ἔλαβεν δὲ Ἠσαὺ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα καὶ τὰ κτήνη, καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανάαν· καὶ ἐπορεύθη ἐκ γῆς Χανάαν ἀπὸ προσώπου Ἰακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ. ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. ᾤκησεν δὲ Ἠσαὺ ἐν τῷ ὄρει Σηείρ· Ἠσαὺ αὐτός ἐστιν Ἐδώμ. Αὗται δὲ αἱ γενέσεις Ἠσαὺ πατρὸς Ἐδὼμ ἐν τῷ ὄρει Σηείρ. καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἠσαύ· Ἐλιφάς, υἱὸς Ἀδὰ γυναικὸς Ἠσαύ, καὶ Ῥαγουήλ, υἱὸς Βασεμμὰθ γυναικὸς Ἠσαύ. ἐγένοντο δὲ οἱ υἱοὶ Ἐλιφάς· Θαιμάν, Ὠμάν, Σωφάρ,Γοθὸμ καὶ Κενέζ. Θαμνὰ δὲ ἦν παλλακὴ Ἐλιφὰς τοῦ υἱοῦ Ἠσαύ, καὶ ἔτεκεν τῷ Ἐλιφὰς τὸν Ἀμαλήκ. οὗτοι οἱ υἱοὶ Ἀδὰ γυναικὸς Ἠσαύ. οὗτοι δὲ υἱοὶ Ῥαγουήλ· Νάχομ, Ζάρε, Σομὲ καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Μασεμμὰθ γυναικὸς Ἠσαύ. οὗτοι δὲ υἱοὶ Ἐλιβέμας θυγατρὸς Ἀνὰ τοῦ υἱοῦ Σεβεγών, γυναικὸς Ἠσαύ· ἔτεκεν δὲ τῷ Ἠσαὺ τὸν Ἰεὺς καὶ τὸν Ἰεγλὸμ καὶ τὸν Κόρε. οὗτοι οἱ ἡγεμόνες υἱοῦ Ἠσαύ. υἱοὶ Ἐλιφὰς πρωτοτόκου Ἠσαύ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν Ὠμάρ, ἡγεμὼν Σωφάρ, ἡγεμὼν Κενέζ, ἡγεμὼν Κόρε, ἡγεμὼν Γοθά, ἡγεμὼν Ἀμαλήκ· οὗτοι ἡγεμόνες Ἐλιφὰς ἐν γῇ Ἰδουμαίᾳ, οὗτοι υἱοὶ Ἄδας. καὶ οὗτοι υἱοὶ Ῥαγουὴλ υἱοῦ Ἠσαύ· ἡγεμὼν Νάχοθ, ἡγεμὼν Ζάρε, ἡγεμὼν Μοζέ, ἡγεμὼν Σομέ· οὗτοι ἡγεμόνες Ῥαγουὴλ ἐν γῇ Ἐδώμ, οὗτοι υἱοὶ Μασεμμὰθ γυναικὸς Ἠσαύ. οὗτοι δὲ υἱοὶ Ὀλιβέμας γυναικὸς Ἠσαύ· ἡγεμὼν Ἰεούλ, ἡγεμὼν Ἰεγλόμ, ἡγεμὼν Κόρε· οὗτοι ἡγεμόνες Ἐλιβέμας. οὗτοι δὲ υἱοὶ Ἠσαύ, καὶ οὗτοι οἱ ἡγεμόνες αὐτῶν· οὗτοί εἰσιν οἱ ἡγεμόνες αὐτῶν, υἱοὶ Ἐδώμ. Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωτάν, Σωβάλ, Σεβεγών, Ἀνὰ καὶ Δησὼν καὶ Σάαρ καὶ Ῥεισών· οὗτοι οἱ ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ Ἐδώμ. ἐγένοντο δὲ υἱοὶ Λωτὰν Χορρεὶ καὶ Αἱμάν· ἀδελφὴ δὲ Λωτὰν Θαμνά. οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὼν καὶ Μαννάχαθ καὶ Γαιβήλ, Σὼφ καὶ Ὠμάν. καὶ οὗτοι υἱοὶ Σεβεγών· Ἀιὲ καὶ Ὠνάν· οὗτός ἐστιν ὁ Ὠνᾶς ὃς εὗρεν τὸν Ἰαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ. οὗτοι δὲ υἱοὶ Ἀνά· Δησὼν καὶ Ὀλιβεμὰ θυγάτηρ Ἀνά. οὗτοι δὲ υἱοὶ Δησών· Ἁμαδὰ καὶ Ἀσβὰν καὶ Ἰεθρὰν καὶ Χαρράν. οὗτοι δὲ υἱοὶ Σάαρ· Βαλαὰν καὶ Ζουκὰμ καὶ Ἰωυκὰμ καὶ Οὐκάν. οὗτοι δὲ υἱοὶ Ῥεισών· Ὢς καὶ Ἀράμ. οὗτοι ἡγεμόνες Χορρεί· ἡγεμὼν Λωτάν, ἡγεμὼν Σωβάλ, ἡγεμὼν Σεβεγών, ἡγεμὼν Ἀνά, ἡγεμὼν Δησών, ἡγεμὼν Σάαρ, ἡγεμὼν Ῥεισών· οὗτοι ἡγεμόνες Χορρεὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Ἐδώμ. Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ἰερουσαλήμ. καὶ ἐβασίλευσεν ἐν Ἐδὼμ Βάλακ υἱὸς τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δεννάβα. ἀπέθανεν δὲ Βάλακ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἰωβὰδ υἱὸς Ζάρα ἐκ Βοσόρρας. ἀπέθανεν δὲ Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἁσὸμ ἐκ γῆς Θεμανῶν. ἀπέθανεν δὲ Ἁσόμ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἁδὰδ υἱὸς Βαράδ, ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθάιμ. ἀπέθανεν δὲ Ἁδάδ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Σαλαμὰ ἐκ Μασέκκας. ἀπέθανεν δὲ Σαλαμά, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Σαοὺλ ἐκ Ῥοωβὼθ τῆς παρὰ ποταμόν. ἀπέθανεν δὲ Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Βαλαεννὼν υἱὸς Ἀχοβώρ. ἀπέθανεν δὲ Βαλαεννὼν υἱὸς Ἀχοβώρ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἁρὰθ υἱὸς Βαράθ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φόγωρ· ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεήλ, θυγάτηρ Ματραεὶθ υἱοῦ Μεζοόβ. ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ἠσαὺ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν · ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλά, ἡγεμὼν Ἰεβέρ, ἡγεμὼν Ἐλιβεμᾶς, ἡγεμὼν Ἠλᾶς, ἡγεμὼν Φινές, ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ, ἡγεμὼν Μετοδιήλ, ἡγεμὼν Ζαφωεί· οὗτοι ἡγεμόνες Ἐδὼμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. οὗτος Ἠσαὺ πατὴρ Ἐδώμ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.