Echo Scripture

Genesis 33

Read in English (BSB) — Genesis 33

Ἀναβλέψας δὲ Ἰακὼβ ἴδεν, καὶ ἰδοὺ Ἠσαὺ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος, αὐτὸς καὶ τετρακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ· καὶ ἐπιδιεῖλεν Ἰακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ ἐπὶ Ῥαχὴλ καὶ τὰς δύο παιδίσκας· καὶ ἐποίησεν τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις, καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω, καὶ Ῥαχὴλ καὶ Ἰωσὴφ ἐσχάτους. αὐτὸς δὲ παρῆλθεν ἔμπροσθεν αὐτῶν· καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τοῦ ἀδελφοῦ αὐτοῦ. καὶ προσέδραμεν Ἠσαὺ εἰς συνάντησιν αὐτῷ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ· καὶ ἔκλαυσαν ἀμφότεροι. καὶ ἀναβλέψας ἴδεν τὰς γυναῖκας καὶ τὰ παιδία, καὶ εἶπεν Τί ταῦτά σοί ἐστιν; ὁ δὲ εἶπεν Τὰ παιδία οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου. καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ παιδία αὐτῶν, καὶ προσεκύνησαν· καὶ προσήγγισεν Λεία καὶ τὰ τέκνα αὐτῆς, καὶ προσεκύνησαν· καὶ μετὰ ταῦτα προσήγγισεν Ῥαχὴλ καὶ Ἰωσήφ, καὶ προσεκύνησαν. ⸂⸆⸃ καὶ εἶπεν Τί ταῦτά σοί ἐστιν, πᾶσαι αἱ παρεμβολαὶ αὗται αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν Ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐν ὀφθαλμοῖς σου, κύριε. εἶπεν δὲ Ἠσαύ Ἔστιν μοι πολλά, ἀδελφέ· ἔστω σοι τὰ σά. εἶπεν δὲ Ἰακώβ Εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου ἴδον τὸ πρόσωπόν σου ὡς ἄν τις ἴδοι πρόσωπον θεοῦ, καὶ εὐδοκήσεις με· λάβε τὰς εὐλογίας μου ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέν με ὁ θεὸς καὶ ἔστιν μοι πάντα. καὶ ἐβιάσατο αὐτόν, καὶ ἔλαβεν. καὶ εἶπεν Ἀπάραντες πορευθῶμεν ἐπ᾽ εὐθεῖαν. εἶπεν δὲ αὐτῷ Ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα, καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ᾽ ἐμέ· ἐὰν οὖν καταδιώξω αὐτοὺς ἡμέραν μίαν, ἀποθανοῦνται πάντα τὰ κτήνη. προελθάτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδός· ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων, ἕως τοῦ με ἐλθεῖν πρὸς τὸν κύριόν μου εἰς Σηείρ. εἶπεν δὲ Ἠσαύ Καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ᾽ ἐμοῦ. ὁ δὲ εἶπεν Ἵνα τί τοῦτο; ἱκανὸν ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε. ἀπέστρεψεν δὲ Ἠσαὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηείρ. καὶ Ἰακὼβ ἀπαίρει εἰς Σκηνάς· καὶ ἐποίησεν αὐτῷ ἐκεῖ οἰκίας, καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησεν σκηνάς· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Σκηναί. Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σικίμων, ἥ ἐστιν ἐν γῇ Χανάαν, ὅτε ἦλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας· καὶ παρενέβαλεν κατὰ πρόσωπον τῆς πόλεως. καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἐμμὼρ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν· καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν θεὸν Ἰσραήλ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.