Καὶ ἐκίνησεν ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Καδὴς καὶ ἀνὰ μέσον Σούρ· καὶ παρῴκησεν ἐν Γεράροις. εἶπεν δὲ Ἀβραὰμ περὶ Σάρρας τῆς γυναικὸς αὐτοῦ ὅτι Ἀδελφή μού ἐστιν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι Γυνή μού ἐστιν, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾽ αὐτήν. ἀπέστειλεν δὲ Ἀβιμέλεχ βασιλεὺς Γεράρων καὶ ἔλαβεν τὴν Σάρραν. καὶ εἰσῆλθεν ὁ θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν αὐτῷ Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες· αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί. ⸆ Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς, καὶ εἶπεν Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς; οὐκ αὐτός μοι εἶπεν Ἀδελφή μού ἐστιν; καὶ αὕτη μοι εἶπεν Ἀδελφός μού ἐστιν· ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο. εἶπεν δὲ αὐτῷ ὁ θεὸς καθ᾽ ὕπνον Κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην ἐγώ σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς. νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶν καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά. καὶ ὤρθρισεν Ἀβιμέλεχ τὸ πρωὶ καὶ ἐκάλεσεν πάντας τοὺς παῖδας αὐτοῦ, καὶ ἐλάλησεν πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν· ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα. καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν Ἀβραὰμ καὶ εἶπεν αὐτῷ Τί τοῦτο ἐποίησας ἡμῖν; μή τι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ᾽ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον ὃ οὐδεὶς ποιήσει πεποίηκάς μοι. εἶπεν δὲ Ἀβιμέλεχ τῷ Ἀβραάμ Τί ἐνιδὼν ἐποίησας τοῦτο; εἶπεν δὲ Ἀβραάμ Εἶπα γάρ Ἄρα οὐκ ἔστιν θεοσέβεια ἐν τῷ τόπῳ, τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου. καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ᾽ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα. ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με ὁ θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ εἶπα αὐτῇ Ταύτην τὴν δικαιοσύνην ποίησον ἐπ᾽ ἐμέ· εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὸν ἐμὲ ὅτι Ἀδελφός μού ἐστιν. ἔλαβεν δὲ Ἀβιμέλεχ χίλια δίδραχμα, πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας, καὶ ἔδωκεν τῷ Ἀβράμ· καὶ ἀπέδωκεν ⸆ αὐτῷ Σάρραν τήν γυναῖκα αὐτοῦ. καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἀβραάμ Ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ κατοίκει. τῇ δὲ Σάρρᾳ εἶπεν Ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τιμὴν τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον. προσηύξατο δὲ Ἀβραὰμ πρὸς τὸν θεόν, καὶ ἰάσατο ὁ θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον· ὅτι συνέκλεισεν Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ ἕνεκεν Σάρρας τῆς γυναικὸς Ἀβραάμ.
Genesis 20
Read in English (BSB) — Genesis 20 →Tap any verse to see what it echoes — and start a chain or echo from it.