Καὶ μετὰ τὰ ῥήματα ἐν βασιλείᾳ Ἀρθασεσθὰ βασιλέως Περσῶν ἀνέβη Ἔσρας υἱὸς Σαραίου υἱοῦ Ζαρείου υἱοῦ Ἑλκειὰ υἱοῦ Σαλοὺμ υἱοῦ Σαδδοὺκ υἱοῦ Ἀχειτὼβ υἱοῦ Σαμαρειὰ υἱοῦ Ἐσρειὰ υἱοῦ Μαρερὼθ υἱοῦ Ζαραιὰ υἱοῦ Σαουιὰ υἱοῦ Βοκκεὶ υἱοῦ Ἀβεισοῦε υἱοῦ Φινεὲς υἱοῦ Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πατρῴου. ἀνέβη ἐκ Βαβυλῶνος, καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ ὃν ἔδωκεν Κύριος ὁ θεὸς Ἰσραήλ· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς, ὅτι χεὶρ θεοῦ αὐτοῦ ἐπ᾽ αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός. καὶ ἀνέβησαν ἀπὸ υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἱερέων καὶ ἀπὸ τῶν Λευειτῶν καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινεὶμ εἰς Ἰερουσαλὴμ ἐν ἔτει ἑβδόμῳ τῷ Ἀσαρθαθὰ τῷ βασιλεῖ. καὶ ἤλθοσαν εἰς Ἰερουσαλὴμ τῷ μηνὶ τῷ πέμπτῳ, τοῦτο τὸ ἔτος ἕβδομον τῷ βασιλεῖ. ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ἰερουσαλήμ, ὅτι χεὶρ θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπ᾽ αὐτόν. ὅτι Ἔσρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ἰσραὴλ προστάγματα καὶ κρίμα. Καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος οὗ ἔδωκεν Ἀρσαρθαθὰ τῷ Ἔσρᾳ τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν Κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ Ἀρσαρθαθὰ βασιλεὺς βασιλέων Ἔσρᾳ γραμματεῖ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ. τετέλεστο λόγος καὶ ἡ ἀπόκρισις. ἀπ᾽ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἑκουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ἰσραὴλ καὶ ἱερέων καὶ Λευειτῶν πορευθῆναι εἰς Ἰερουσαλήμ, μετὰ σοῦ πορευθῆναι. ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ἰουδαίαν καὶ εἰς Ἰερουσαλὴμ νόμῳ θεοῦ αὐτῶν τῷ ἐν χειρί σου. καὶ εἰς οἶκον Κυρίου ἀργύριον καὶ χρυσίον ὃ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τῷ κυρίῳ τοῦ Ἰσραὴλ τῷ ἐν Ἰερουσαλὴμ κατασκηνοῦντι, καὶ πᾶν ἀργύριον καὶ χρυσίον ὅ τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον θεοῦ τὸν ἐν Ἰερουσαλήμ· καὶ πᾶν προσπορευόμενον, τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ, μόσχους, κριούς, ἀμνούς, καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν· καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου τοῦ οἴκου τοῦ θεοῦ ὑμῶν τοῦ ἐν Ἰερουσαλήμ. καὶ ἔτι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἠγαθύνθη ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι; ὡς ἀρεστὸν τῷ θεῷ ὑμῶν ποιήσατε. καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου θεοῦ παράδος ἐνώπιον θεοῦ ἐν Ἰερουσαλήμ. καὶ κατάλοιπον χρείας οἴκου θεοῦ ὃ ἂν φανῇ σοι δοῦναι δώσεις ἀπὸ οἴκων γάζης βασιλέως. καὶ ἀπ᾽ ἐμοῦ, ἔγωγ᾽ Ἀρσαρθαθὰ βασιλεὺς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ, ὅτι πᾶν ὃ ἂν αἰτήσῃ ὑμᾶς Ἔσρας ὁ ἱερεὺς γραμματεὺς τοῦ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ ἑτοίμως γινέσθω, ἕως ἀργυρίου ταλάντων καὶ ἕως πυροῦ κόρων ἑκατόν, καὶ ἕως οἴνου ἀποθηκῶν ἑκατόν, καὶ ἅλας οὗ οὐκ ἔστιν γραφή. πᾶν ὅ ἐστιν ἐν γνώμῃ θεοῦ τοῦ οὐρανοῦ γινέσθω. προσέχετε ἐπιχειρῆσαι μήτι εἰς οἶκον θεοῦ τοῦ οὐρανοῦ, μή ποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ. καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσιν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις, ᾄδουσιν, πυλωροῖς, Ναθεινεὶμ καὶ λειτουργοῖς οἴκου θεοῦ τούτου, φόρος μὴ ἔστω σοι· οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς. καὶ σύ, Ἔσρα, ᾧ ἡ σοφία τοῦ θεοῦ ἐν χειρί σου, κατάστησον γραμματεῖς καὶ κριτάς, ἵνα ὦσιν κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσιν τοῖς εἰδόσιν νόμον τοῦ θεοῦ· καὶ τῷ μὴ εἰδότι γνωριεῖτε. καὶ πᾶς ὃς ἂν μὴ ᾖ ποιῶν νόμον τοῦ θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως, τὸ κρίμα ἔσται γινόμενον ἐξ αὐτοῦ, ἐὰν εἰς θάνατον ἐὰν εἰς παιδείαν ἐὰν εἰς ζημίαν βίου ἐὰν εἰς παράδοσιν. εὐλογητὸς Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν, ὃς ἔδωκεν οὕτως ἐν καρδίᾳ τοῦ βασιλέως, τοῦ δοξάσαντος οἶκον τὸν ἐν Ἰερουσαλήμ, καὶ ἐπ᾽ ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως τῶν ἐπηρμένων. καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ θεοῦ ἡ ἀγαθὴ ἐπ᾽ ἐμέ, καὶ συνῆξα ἀπὸ Ἰσραὴλ ἄρχοντας ἀναβῆναι μετ᾽ ἐμοῦ.
Tap any verse to see what it echoes — and start a chain or echo from it.