Καὶ ὡς ἐπροσηύξατο Ἔσρας, καὶ ὡς προσηγόρευσεν κλαίων προσευχόμενος ἐνώπιον οἴκου τοῦ θεοῦ, συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰσραὴλ ἐκκλησία πολλὴ σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι· ὅτι ἔκλαυσεν ὁ λαὸς καὶ ὕψωσεν κλαίων. καὶ ἀπεκρίθη Σεχενίας υἱὸς Ἰεὴλ ἀπὸ υἱῶν Ἠλὰμ καὶ εἶπεν τῷ Ἔσρᾳ Ἡμεῖς ἠσυνθετήσαμεν τῷ θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ λαῶν τῆς γῆς· καὶ νῦν ἐστὶν ὑπομονὴ τῷ Ἰσραὴλ ἐπὶ τούτῳ. καὶ νῦν διαθώμεθα διαθήκην τῷ θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλῃ· ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος γενηθήτω. ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ῥῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον. καὶ ἀνέστη Ἔσρας καὶ ὥρκισεν τοὺς ἄρχοντας, τοὺς Λευείτας καὶ πάντα Ἰσραήλ, τοῦ ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο· καὶ ὤμοσαν. καὶ ἀνέστη Ἔσρας ἀπὸ προσώπου οἴκου τοῦ θεοῦ, καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ἰωανὰν υἱοῦ Ἐλεισούβ, καὶ ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας. καὶ παρήνεγκαν φωνὴν Ἰούδᾳ καὶ ἐν Ἰερουσαλήμ Πᾶς ὃς ἄν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας. Καὶ συνήχθησαν πάντες ἄνδρες Ἰούδα καὶ Βενιαμεὶν εἰς Ἰερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας, οὗτος μὴν ὁ ἔνατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισεν πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ θεοῦ, ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος. καὶ ἀνέστη Ἔσρας ὁ ἱερεὺς καὶ εἶπεν πρὸς αὐτούς Ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας, τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ἰσραήλ. καὶ νῦν δότε αἴνεσιν τῷ θεῷ τῶν πατέρων ἡμῶν, καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων. καὶ ἀπεκρίθησαν πᾶσα ἐκκλησία καὶ εἶπαν Μέγα τοῦτο τὸ ῥῆμά σου ἐφ᾽ ἡμᾶς ποιῆσαι. ἀλλὰ ὁ λαὸς πολύς, καὶ ὁ τόπος χειμερινός, καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ. στήτωσαν δὴ ἄρχοντες ἡμῶν· καὶ πᾶσιν τοῖς ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συναγωγῶν, καὶ μετ᾽ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταί, τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου. πλὴν Ἰωναθὰν υἱὸς Ἀσὴλ καὶ Λαζειὰ υἱὸς Ἑλκειὰ μετ᾽ ἐμοῦ περὶ τούτου, καὶ Μεσουλὰμ καὶ Σαβαθαὶ ὁ Λευείτης βοηθῶν αὐτοῖς. καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας· καὶ διεστάλησαν Ἔσρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα. καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου. Καὶ εὑρέθη ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας· ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ἰωσεδέκ, καὶ ἀδελφοὶ αὐτοῦ Μεεσσὴλ καὶ Ἐλιέζερ καὶ Ἰαρεὶμ καὶ Γαδαλειά· καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν· καὶ ἀπὸ υἱῶν Ἐμμήρ, Ἁνανεὶ καὶ Ζαβδειά· καὶ ἀπὸ υἱῶν Ἡράμ, Μασαὴλ καὶ Ἐλειὰ καὶ Σαμαιὰ καὶ Ἰεὴλ καὶ Ὀζειά· καὶ ἀπὸ υἱῶν Φασούρ, Ἐλιωνά, Μαασαιὰ καὶ Σαμαὴλ καὶ Ναθαναὴλ καὶ Ἰωζαβὰδ καὶ Ἠλασά· καὶ ἀπὸ τῶν Λευειτῶν Ἰωζαβὰδ καὶ Σαμοὺ καὶ Κωλειά, αὐτὸς Κωλιεύ, καὶ Φαδαιὰ καὶ Ἰοδὸμ καὶ Ἐλιέζερ, καὶ ἀπὸ τῶν ᾀδόντων Ἐλεισάφ, καὶ ἀπὸ τῶν πυλωρῶν Γελλὴμ καὶ Τέλημ καὶ Ὠδούθ· καὶ ἀπὸ Ἰσραὴλ ἀπὸ υἱῶν Φορός, Ῥαμιὰ καὶ Ἀζειὰ καὶ Μελχειὰ καὶ Ἀμαμεὶν καὶ Ἐλεαζὰρ καὶ Βαναιά· καὶ ἀπὸ υἱῶν Ἠλάμ, Μαθανιά, Ζαχαριὰ καὶ Ἰαὴλ καὶ Ἀβδειὰ καὶ Ἰαρειμοὶθ καὶ Ἠλειά· καὶ ἀπὸ υἱῶν Ζαθουιά, Ἐλιωνά Ἐλεισούβ, Ἀλαθανιὰ καὶ Ἀμὼν καὶ Ζαβαδὰβ καὶ Ὀζειά· καὶ ἀπὸ υἱῶν Βαβεί, Ἰωανάν, Νιανὰ καὶ Ζαβού, Θαλεί· καὶ ἀπὸ υἱῶν Βανουεί, Μελουσάμ, Ἀλούμ, Ἀδά, Ἰασοὺδ καὶ Σαλουιὰ καὶ Μημών· καὶ ἀπὸ υἱῶν Φααδμωάβ, Αἰδαινέ, Χαήλ, Βαναία, Μασηά, Μαθανιά, Βεσελὴλ καὶ Θανουεὶ καὶ Μανασσή· καὶ ἀπὸ υἱῶν Ἡράμ, Ἐλειέζερ, Ἰεσσειά, Μελχειά, Σαμαιά, Σεμεών, Βενιαμείν, Μαλούχ, Σαμαρειά· ἀπὸ υἱῶν Ἡσάμ, Μαθανιά, Ἀθά, Ζαβέλ, Ἐλειφάνεθ, Ἰεραμείμ, Μανασσή, Σεμεεί· ἀπὸ υἱῶν Ἀνεί, Μοδεδειά, Μαρεί, Οὐήλ, Βαναία, Βαραιά, Χελκειά, Οὐιεχωά, Ἰεραμώθ, Ἐλειασείφ, Μαθανιά, Μαθανάν· καὶ ἐποίησαν. οἱ υἱοὶ Βανουὶ καὶ υἱοὶ Σεμεεί, καὶ Σελεμιὰ καὶ Ναθὰν καὶ Ἀδαιά, Μαχαδναβού, Σεσεί, Σαριού, Ἐζερὴλ καὶ Σελεμιὰ καὶ Σαμαρειὰ καὶ Σαλοὑμ, Μαριά, Ἰωσήφ· ἀπὸ υἱῶν Ναβού, Ἰαήλ, Θαμαθιά, Σεδέμ, Ζανβινά, Διὰ καὶ Ἰωὴλ καὶ Βαναιά. πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας, καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς.
Tap any verse to see what it echoes — and start a chain or echo from it.