Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου. καὶ ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ Κυρίου, καὶ ἴδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρός· ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω ὡς ὅρασις ἠλέκτρου. καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς καὶ ἀνέλαβέν με τῆς κορυφῆς μου, καὶ ἀνέλαβέν με πνεῦμα ἀνὰ μέσον τῆς γῆς καὶ οὐρανοῦ καὶ ἤγαγέν με εἰς Ἰερουσαλὴμ ἐν ὁράσει θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς βλεπούσης εἰς βορρᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου. καὶ ἰδοὺ ἐκεῖ ἦν δόξα Κυρίου θεοῦ Ἰσραὴλ κατὰ τὴν ὅρασιν ἣν ἴδον ἐν τῷ πεδίῳ. καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βορρᾶν. καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βορρᾶν, καὶ ἰδοὺ ἀπὸ βορρᾶ ἐπὶ τὴν πύλην τῆς πρὸς ἀνατολάς. καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἑώρακας τί οὗτοι ποιοῦσιν; ἀνομίας μεγάλας ποιοῦσιν ὧδε, τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου· καὶ ἔτι ὄψῃ ἀνομίας μείζονας. καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ὄρυξον. καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα. καὶ εἶπεν πρὸς μέ Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας ἃς οὗτοι ποιοῦσιν ὧδε. καὶ εἰσῆλθον καὶ ἴδον, καὶ ἰδοὺ μάταια βδελύγματα καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπ᾽ αὐτοῦ κύκλῳ. καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραήλ· Ἰεχονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν ἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρί, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινεν. καὶ εἶπεν πρὸς μέ Ἑόρακας, υἱὲ ἀνθρώπου, ἃ οἱ πρεσβύτεροι τοῦ οἴκου Ἰσραὴλ ποιοῦσιν, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν; διότι εἶπαν Οὐχ ὁρᾷ ὁ κύριος, ἐγκαταλέλοιπεν Κύριος τὴν γῆν. καὶ εἶπεν πρὸς μέ Ἔτι ὄψει ἀνομίας μείζονας ἃς οὗτοι ποιοῦσιν. καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν Θαμμούζ. καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἑόρακας; καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων. καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν, καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀνὰ μέσον τῶν αἰλὰμ καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου ὡς εἴκοσι ἄνδρες, τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσιν τῷ ἡλίῳ. καὶ εἶπεν πρὸς μέ Ἑόρακας, υἱὲ ἀνθρώπου; μὴ μικρὰ τῷ οἴκῳ Ἰούδα τοῦ ποιεῖν τὰς ἀνομίας ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες. καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω.
Ezekiel 8
Read in English (BSB) — Ezekiel 8 →Tap any verse to see what it echoes — and start a chain or echo from it.