Καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου, καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου κατ᾽ ἀνατολάς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπεν κατ᾽ ἀνατολάς· καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον. καὶ ἐξήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν, καὶ περιήγαγέν με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατ᾽ ἀνατολάς, καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ, καθὼς ἔξοδος ἀνδρὸς ἐξ ἐναντίας. καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ· καὶ διεμέτρησεν χιλίους ἐν τῷ μέτρῳ, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως· καὶ διεμέτρησεν χιλίους, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν· καὶ διεμέτρησεν χιλίους, καὶ διῆλθεν ὕδωρ ἕως ὀσφύος. καὶ διεμέτρησεν χιλίους, καὶ οὐκ ἠδύνατο διελθεῖν, ὅτι ἐξύβριζεν, χειμάρρου ὃν οὐ διαβήσονται. καὶ εἶπεν πρὸς μέ Ἑόρακας, υἱὲ ἀνθρώπου; καὶ ἤγαγέν με ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ ἐν τῇ ἐπιστροφῇ μου· καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν. καὶ εἶπεν πρὸς μέ Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλειλαίαν τὴν πρὸς ἀνατολάς, καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν, καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα, καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων, ἐπὶ πάντα ἐφ᾽ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμός, ζήσεται· καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει καὶ ζήσεται· πᾶν ἐφ᾽ ὃ ἂν ἔλθῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται. καὶ στήσονται ἐκεῖ ἁλεεῖς ἀπὸ Ἰνγαδεὶν ἕως Ἐναγαλείμ· ψυγμὸς σαγηνῶν ἔσται, καθ᾽ αὑτὴν ἔσται· καὶ οἱ ἰχθύες αὐτῆς ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης, πλῆθος πολὺ σφόδρα. καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ οὐ μὴ ὑγιάσωσιν· εἰς ἅλας δέδονται. καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται, ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνθεν καὶ ἔνθεν πᾶν ξύλον βρώσιμον· οὐ μὴ παλαιωθῇ ἐπ᾽ αὐτοῦ, οὐδὲ μὴ ἐκλίπῃ ὁ καρπὸς αὐτοῦ· τῆς καινότητος αὐτοῦ πρωτοβολήσει, ὅτι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται· καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν, καὶ ἀνάβασις αὐτῶν εἰς ὑγίειαν. Τάδε λέγει Κύριος θεός Ταῦτα ὅρια κατακληρονομήσετε τῆς γῆς· ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν Ἰσραὴλ πρόσθεσις σχοινίσματος. καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ. καὶ ταῦτα τὰ ὅρια τῆς γῆς τῆς πρὸς βορρᾶν· ἀπὸ θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης, τῆς εἰσόδου Ἡμά, Σελδαμμά, Ἀβθηρά, Σεβράμ, Ἡλιάμ, ἀνὰ μέσον ὁρίων Δαμασκοῦ καὶ ἀνὰ μέσον ὁρίων Ἡμαθεί, αὐλὴ τοῦ Σαυνάν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αὑρανείτιδος. ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης· ἀπὸ τῆς αὐλῆς τοῦ Αἰνάν, ὅρια Δαμασκοῦ, καὶ τὰ πρὸς βορρᾶν. καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τῆς Λωρανείτιδος καὶ ἀνὰ μέσον Δαμασκοῦ καὶ ἀνὰ μέσον τῆς Γαλααδείτιδος καὶ ἀνὰ μέσον τῆς γῆς τοῦ Ἰσραήλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς. καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμὰν καὶ Φοινικῶνος, ἕως ὕδατος Μαριμὼθ Καδήμ, παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην· τοῦτο τὸ μέρος νότος καὶ λίψ. τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης ὁρίζει, ἕως κατέναντι τῆς εἰσόδου Ἡμάθ, ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστιν τὰ πρὸς θάλασσαν Ἡμάθ. καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς φυλαῖς τοῦ Ἰσραήλ. βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν, καὶ ἔσονται ὑμῶν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ Ἰσραήλ· μεθ᾽ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ Ἰσραήλ, καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετ᾽ αὐτῶν· ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει Κύριος θεός.
Ezekiel 47
Read in English (BSB) — Ezekiel 47 →Tap any verse to see what it echoes — and start a chain or echo from it.