Καὶ σύ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου, καὶ διαγράψεις ἐπ᾽ αὐτὴν πόλιν τὴν Ἰερουσαλήμ, καὶ δώσεις ἐπ᾽ αὐτὴν περιοχήν, καὶ οἰκοδομήσεις ἐπ᾽ αὐτὴν προμαχῶνας, καὶ περιβαλεῖς ἐπ᾽ αὐτὴν χάρακα, καὶ δώσεις ἐπ᾽ αὐτὴν παρεμβολάς, καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ. καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως, καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ᾽ αὐτήν, καὶ ἔσται ἐν συνκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Ἰσραήλ. Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερόν, καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ ἐπ᾽ αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατὸν ἃς κοιμηθήσῃ ἐπ᾽ αὐτοῦ, καὶ λήμψῃ τὰς ἀδικίας αὐτῶν. καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας, καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραήλ. καὶ συντελέσεις ταῦτα, καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιόν, καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰούδα τεσσεράκοντα ἡμέρας· ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι. καὶ εἰς τὸν συγκλεισμὸν Ἰερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν σου, καὶ τὸν βραχίονά σου στερεώσεις, καὶ προφητεύσεις ἐπ᾽ αὐτήν. καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σοῦ ἐπὶ τὸ πλευρόν σου ἕως οὗ συντελεσθῶσιν ἡμέραι τοῦ συγκλεισμοῦ σου. καὶ σὺ λάβε σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν, καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον, καὶ ποιήσεις αὐτὰ σαυτῷ εἰς ἄρτους, καὶ κατ᾽ ἀριθμὸν τῶν ἡμερῶν ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας, φάγεσαι αὐτά. καὶ τὸ βρῶμά σου φάγεσαι ἐν σταθμῷ, εἴκοσι σίκλους τὴν ἡμέραν· ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά. καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι, τὸ ἕκτον τοῦ εἳν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι. καὶ ἐνκρυφίαν κρίθινον φάγεσαι αὐτά, ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ᾽ ὀφθαλμοὺς αὐτῶν, καὶ ἐρεῖς Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Οὕτως φάγονται οἱ υἱοὶ τοῦ Ἰσραὴλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσιν. καὶ εἶπα Μηδαμῶς, Κύριε θεὲ τοῦ Ἰσραήλ· εἰ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ, καὶ θηριάλωτον καὶ θνησιμαῖον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον. καὶ εἶπεν πρὸς μέ Ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων, καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ᾽ αὐτῶν. καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἰερουσαλήμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ, καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται, ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ, καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν.
Ezekiel 4
Read in English (BSB) — Ezekiel 4 →Tap any verse to see what it echoes — and start a chain or echo from it.