Echo Scripture

Ezekiel 37

Read in English (BSB) — Ezekiel 37

Καὶ ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέν με ἐν πνεύματι Κύριος καὶ ἔθηκέν με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων· καὶ περιήγαγέν με ἐπ᾽ αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα. καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; καὶ εἶπα Κύριε, σὺ ἐπίστῃ ταῦτα. καὶ εἶπεν πρὸς μέ Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου Τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ᾽ ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ᾽ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ᾽ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. καὶ ἴδον, καὶ ἰδοὺ ἐπ᾽ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ᾽ αὐτὰ δέρματα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. καὶ εἶπεν πρὸς μέ Προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι Τάδε λέγει Κύριος Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. καὶ ἐλάλησεν Κύριος πρὸς μὲ λέγων Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν, καὶ αὐτοὶ λέγουσιν Ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. διὰ τοῦτο προφήτευσον καὶ εἰπόν Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἀνοίγω ὑμῶν τὰ μνήματα, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. καὶ δώσω τὸ πνεῦμά μου εἰς ὑμᾶς καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω, λέγει Κύριος. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων Υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥάβδον καὶ γράψον ἐπ᾽ αὐτήν τὸν Ἰούδαν καὶ τούς υἱοὺς Ἰσραὴλ τοὺς προσκειμένους ἐπ᾽ αὐτόν· καὶ ῥάβδον δευτέραν λήμψῃ σεαυτῷ καὶ γράψεις αὐτήν Τῷ Ἰωσήφ, ῥάβδον Ἐφράιμ καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προστεθέντας πρὸς αὐτόν. καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ῥάβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ χειρί σου. καὶ ἔσται ὅταν λέγωσιν πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστιν ταῦτά σοι; καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ λήμψομαι τὴν φυλήν Ἰωσὴφ τὴν διὰ χειρὸς Ἐφράιμ καὶ τὰς φυλὰς Ἰσραὴγ τὰς προσκειμένας πρὸς αὐτόν, καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν τῇ χειρὶ Ἰούδα. καὶ ἔσονται αἱ ῥάβδοι ἐφ᾽ ἃς σὺ ἔγραψας ἐπ᾽ αὐταῖς ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν, καὶ ἐρεῖς αὐτοῖς Τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ, καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας, ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν. καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν ὧν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς θεόν· καὶ ὁ δοῦλός μου Δαυεὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἔσται ποιμὴν εἷς πάντων· ὅτι ἐν τοῖς προστάγμασίν μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά. καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακώβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπ᾽ αὐτῆς αὐτοί. καὶ Δαυεὶδ ὁ δοῦλός μου ἄρχων εἰς τὸν αἰῶνα. καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετ᾽ αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα, καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς θεός, καὶ αὐτοὶ μου ἔσονται λαός. καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγὼ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.

Tap any verse to see what it echoes — and start a chain or echo from it.