Echo Scripture

Ezekiel 35

Read in English (BSB) — Ezekiel 35

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων Υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ᾽ ὄρος Σηεὶρ καὶ προφήτευσον εἰς αὐτό, καὶ εἰπόν Τάδε λέγει κύριος Κύριος Ἰδού ἐγώ ἐπὶ σέ, ὄρος Σηείρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ καὶ δώσω σε εἰς ἔρημον, καὶ ἐρημωθήσῃ, καὶ ταῖς πόλεσίν σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν, καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ δόλῳ ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ᾽ ἐσχάτῳ· διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος Κύριος, εἰ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμά σε διώξεται. καὶ δώσω ὄρος Σηεὶρ εἰς ἔρημον καὶ ἠρημωμένον, καὶ ἀπολῶ ἀπ᾽ αὐτοῦ ἀνθρώπους καὶ κτήνη, καὶ ἐνπλήσω τῶν τραυματιῶν βουνοὺς καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί. ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. διὰ τὸ εἰπεῖν σε Τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται, καὶ κληρονομήσω αὐτάς, καὶ Κύριος ἐκεῖ ἐστιν. διὰ τοῦτο, ζῶ ἐγὼ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου, καὶ γνωσθήσομαί σοι ἡνίκα ἂν κρίνω σε, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας Τὰ ὄρη Ἰσραὴλ ἔρημα· ἡμῖν δέδοται εἰς κατάβρωμα, καὶ ἐμεγαλορημόνησας ἐπ᾽ ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα. τάδε λέγει Κύριος Ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε· ἔρημον ἔσῃ, ὄρος Σηείρ, καὶ πᾶσα ἡ Ἰδουμαία καὶ ἐξαναλωθήσεται· γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς αὐτῶν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.