Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ ἐν τῷ ἔτει τῷ ἐνάτῳ ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνός, λέγων Υἱὲ ἀνθρώπου, γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης ἀφ᾽ ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἰερουσαλήμ, ἀπὸ τῆς ἡμέρας τῆς σήμερον· καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολήν, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος Ἐπίστησον τὸν λέβητα καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ, καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλόν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων, καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν. ἔζεσεν, ἔζεσεν, καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς. Διὰ τοῦτο τάδε λέγει Κύριος Ὦ πόλις αἱμάτων λέβης, ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς, κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἐπέπεσεν ἐπ᾽ αὐτὴν κλῆρος. ὅτι αἵματα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό· οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ γῆν τοῦ καλύψαι ἐπ᾽ αὐτὸ γῆν, τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι· δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν τοῦ μὴ καλύψαι αὐτό. διὰ τοῦτο τάδε λέγει Κύριος Κἀγὼ μεγαλυνῶ τὸν λαόν, καὶ πληθυνῶ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα καὶ ἐλαττωθῇ ὁ ζωμὸς καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς, καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς αὐτῆς· καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς, ἀνθ᾽ ὧν ἐμιαίνου σύ. καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου; ἐγὼ Κύριος λελάληκα, καὶ ἥξει καὶ ποιήσω, οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει, οὐ μὴ κοπῇς οὐδὲ μὴ κλαυθῇς. στεναγμὸς αἵματος, ὀσφύος, πένθους ἔσει· οὐκ ἔσται τὸ τρίχωμά σου συνπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσίν σου, οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν, καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς. καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωὶ ὃν τρόπον ἐνετείλατό μοι ἑσπέρας, καὶ ἐποίησα τὸ πρωὶ ὃν τρόπον ἐπετάγη μοι. καὶ εἶπεν πρὸς μὲ ὁ λαός Οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστιν ταῦτα ἃ σὺ ποιεῖς; καὶ εἶπα πρὸς αὐτούς Λόγος Κυρίου πρὸς μὲ ἐγένετο λέγων Εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν. καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν οὓς ἐγκατελίπετε ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε, καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· ⸂⸆⸃ οὔτε μὴ κόψησθε οὔτε μὴ κλαύσητε, καὶ ἐντακήσεσθε ἐν ταῖς ἀδικίαις ὑμῶν, καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ. καὶ ἔσται Ἰεζεκιὴλ ὑμῖν εἰς τέρας, κατὰ πάντα ὅσα ἐποιήσατε ποιήσετε ὅταν ἔλθῃ ταῦτα· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. Καὶ σύ, υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ ὅταν λαμβάνω τὴν ἰσχὺν παρ᾽ αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἥξει ὁ ἀνασωζόμενος πρὸς σέ τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα; ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασωζόμενον· λαλήσεις, καὶ οὐ μὴ ἀποκωφωθῇς οὐκέτι, καὶ ἔσῃ αὐτοῖς εἰς τέρας· καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος.
Ezekiel 24
Read in English (BSB) — Ezekiel 24 →Tap any verse to see what it echoes — and start a chain or echo from it.