Echo Scripture

Ezekiel 2

Read in English (BSB) — Ezekiel 2

Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου· καὶ ἴδον, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἤκουσα φωνὴν λαλοῦντος, καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ· καὶ ἦλθεν ἐπ᾽ ἐμὲ πνεῦμα, καὶ ἀνέλαβέν με καὶ ἐξῆρέν με καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρὸς μέ, καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἐξαποστέλλω ἐγὼ σὲ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, διότι οἶκος παραπικραίνων ἐστίν, καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν. καὶ σύ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτούς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν· διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστίν. καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστίν. καὶ σύ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σέ, μὴ γίνου παραπικραίνων καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου καὶ φάγε ὃ ἐγὼ δίδωμί σοι. καὶ ἴδον, καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρὸς μέ, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου· καὶ ἀνείλησεν αὐτὴν ἐνώπιον ἐμοῦ, καὶ ἐν αὐτῇ γεγραμμένα ἦν τὰ ἔμπροσθεν καὶ τὰ ὀπίσω, καὶ ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί.

Tap any verse to see what it echoes — and start a chain or echo from it.