Echo Scripture

Ezekiel 12

Read in English (BSB) — Ezekiel 12

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων Υἱὲ ἀνθρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς, οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν καὶ οὐ βλέπουσιν, καὶ ὦτα ἔχουσιν τοῦ ἀκούειν καὶ οὐκ ἀκούουσιν· διότι οἶκος παραπικραίνων ἐστίν. καὶ σύ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν, καὶ αἰχμαλωτευθήσει ἐκ τοῦ τόπου σου εἰς τόπον ἕτερον ἐνώπιον αὐτῶν, ὅπως εἰδῶσιν διότι οἶκος παραπικραίνων ἐστίν. καὶ ἐξοίσεις τὰ σκεύη σου σκεύη αἰχμαλωσίας ἡμέρας κατ᾽ ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος ἐνώπιον αὐτῶν· διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον, καὶ διεξελεύσῃ δι᾽ αὐτοῦ. ἐνώπιον αὐτῶν ἐπ᾽ ὤμων ἀναλημφθήσῃ καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδῃς τὴν γῆν· διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι, καὶ σκεύη ἐξήνεγκα αἰχμαλωσίας ἡμέρας, καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον καὶ κεκρυμμένος ἐξῆλθον· ἐπ᾽ ὤμων ἀνελήμφθην ἐνώπιον αὐτῶν. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ τὸ πρωὶ λέγων Υἱὲ ἀνθρώπου, οὐκ εἶπαν πρὸς σὲ ὁ οἶκος τοῦ Ἰσραήλ, οἶκος ὁ παραπικραίνων Τί σὺ ποιεῖς; εἰπὸν πρὸς αὐτούς Τάδε λέγει κύριος Κύριος Ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ἰερουσαλὴμ καὶ παντὶ οἴκῳ Ἰσραὴλ οἵ εἰσιν ἐν μέσῳ αὐτῶν, εἰπὸν ὅτι ἐγὼ τέρατα ποιῶ, ὃν τρόπον πεποίηκα οὕτως ἔσται αὐτῷ· ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται, καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπ᾽ ὤμων ἀρθήσεται, καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι᾽ αὐτοῦ· τὸ πρόσωπον αὐτοῦ συνκαλύψει ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται. καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ᾽ αὐτόν, καὶ συλλημφθήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται, καὶ ἐκεῖ τελευτήσει. καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκκενώσω ὀπίσω αὐτῶν. καὶ γνώσονται διότι ἐγὼ Κύριος, ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις. καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ᾽ ὀδύνης φάγεσαι, καὶ τὸ ὕδωρ μετὰ βασάνου καὶ θλίψεως πίεσαι. καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς Τάδε λέγει Κύριος τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ Τοὺς ἄρτους αὐτῶν μετ᾽ ἐνδείας φάγονται, καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς, ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων Υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ ὑμῖν ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ, λέγοντες Μακραὶ αἱ ἡμέραι, ἀπόλωλεν ὅρασις; διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε λέγει Κύριος Καὶ ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ἰσραήλ· ὅτι λαλήσεις πρὸς αὐτούς Ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως. ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ. διότι ἐγὼ Κύριος λαλήσω τοὺς λόγους μου, λαλήσω καὶ ποιήσω, καὶ οὐ μὴ μηκύνω ἔτι· ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος ὁ παραπικραίνων, λαλήσω λόγον καὶ ποιήσω, λέγει Κύριος. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων Υἱὲ ἀνθρώπου, ἰδοὺ οἶκος Ἰσραὴλ ὁ παραπικραίνων λέγοντες λέγουσιν Ἡ ὅρασις ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλάς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε λέγει Κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει Κύριος.

Tap any verse to see what it echoes — and start a chain or echo from it.