Καὶ ἴδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν χερουβεὶν ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ᾽ αὐτῶν. καὶ εἶπεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν χερουβείν, καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν χερουβεὶν καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν. καὶ εἰσῆλθεν ἐνώπιόν μου. και τὰ χερουβεὶν εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησεν τὴν αὐλήν τὴν ἐσωτέραν. καὶ ἀπῆρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν χερουβεὶν εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἐνέπλησεν τὸν οἶκον ἡ νεφέλη, καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου. καὶ φωνὴ τῶν πτερύγων τῶν χερουβεὶν ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς φωνὴ θεοῦ Σαδδαὶ λαλοῦντος. καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρί τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων Λάβε πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν χερουβείν, καὶ εἰσῆλθεν καὶ ἔστη ἐχόμενος τῶν τροχῶν. καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν χερουβείν, καὶ ἔλαβεν καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβεν καὶ ἐξῆλθεν. καὶ ἴδον τὰ χερουβείν, ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν. καὶ ἴδον, καὶ ἰδοὺ τροχοὶ τέσσαρες ἱστήκεισαν ἐχόμενοι τῶν χερουβείν, τροχὸς εἷς ἐχόμενος χεροὺβ ἑνός, καὶ ὄψις τῶν τροχῶν ὡς ὄψις λίθου ἄνθρακος. καὶ ἡ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ᾖ τροχὸς ἐν μέσῳ τροχοῦ· ἐν τῷ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσερα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά· ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά. καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν τροχοῖς. τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγὲλ ἀκούοντός μου. καὶ τὰ χερουβεὶν ἦσαν τοῦτο τὸ ζῷον ὃ ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ. καὶ ἐν τῷ πορεύεσθαι τὰ χερουβεὶν ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ χερουβεὶν τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς, οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν· ⸂⸆⸃ ἐν τῷ ἑστάναι αὐτὰ ἱστήκεισαν, καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ᾽ αὐτῶν· διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν. καὶ ἐξῆλθεν δόξα Κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβείν, καὶ ἀνέλαβον τὰ χερουβεὶν τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ· ἐν τῷ ἐξελθεῖν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα θεοῦ Ἰσραὴλ ἦν ἐπ᾽ αὐτῶν ὑπεράνω. τοῦτο τὸ ζῷόν ἐστιν ὃ ἴδον ὑποκάτω θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἔγνων ὅτι χερουβείν ἐστιν· τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν. καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, ταῦτα τὰ πρόσωπά ἐστιν ἃ ἴδον ὑποκάτω τῆς δόξης θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ Χοβάρ, καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο.
Ezekiel 10
Read in English (BSB) — Ezekiel 10 →Tap any verse to see what it echoes — and start a chain or echo from it.