καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραώ· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτούς, καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ. Ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν Ἐγὼ Κύριος· καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾽ αὐτῆς. καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ἰσραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν. βάδιζε εἰπὸν τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ἐγὼ Κύριος, καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων, καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλίας, καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ· καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοί, καὶ ἔσομαι ὑμῶν θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων· καὶ ἐξάξω ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ Κύριος. ἐλάλησεν δὲ Μωυσῆς οὕτως τοῖς υἱοῖς Ἰσραήλ· καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. Εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν λέγων Εἴσελθε λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ. ἐλάλησεν δὲ Μωυσῆς ἔναντι Κυρίου λέγων Ἰδοὺ οἱ υἱοὶ Ἰσραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι. εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών, καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου. Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· Ἑνὼχ καὶ Φαλλούς, Ἁσρὼν καὶ Χαρμεί· αὕτη ἡ συγγενία Ῥουβήν. καὶ υἱοὶ Συμεών· Ἰεμιὴλ καὶ Ἰαμεὶν καὶ Ἰώαδ καὶ Ἰαχεὶν καὶ Σάαρ καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών. καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευεὶ κατὰ συγγενίας αὐτῶν· Γεδσὼν καὶ Καὰθ καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευεὶ ἑκατὸν τριάκοντα ἑπτά. καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενὶ καὶ Σεμεεί, οἶκοι πατριᾶς αὐτῶν. καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Ἰσσαχάρ, Χεβρὼν καὶ Ὀζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριάκοντα ἔτη. καὶ υἱοὶ Μεραρεί· Μοολεὶ καὶ Ὀμουσεί. οὗτοι οἶκοι πατριῶν Λευεὶ κατὰ συγγενίαν αὐτῶν. καὶ ἔλαβεν Ἀμβρὰν τὴν Ἰωχάβεδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε Ἀαρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς Ἀμβρὰν ἑκατὸν τριάκοντα δύο ἔτη. καὶ υἱοὶ Ἰσσαάρ· Κόρε καὶ Νάφεκ καὶ Ζεχρεί. καὶ υἱοὶ Ὀζειήλ· Ἐλισαφὰν καὶ Σεγρεί. ἔλαβεν δὲ Ἀαρὼν τὴν Ἐλεισάβεθ θυγατέρα Ἀμειναδὰβ ἀδελφὴν Ναασσὼν αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ καὶ τὸν Ἀβιοὺδ καὶ τὸν Ἐλεαζὰρ καὶ Ἰθαμάρ. υἱοὶ δὲ Κόρε· Ἀσεὶρ καὶ Ἐλκανὰ καὶ Ἀβιασάρ· αὗται αἱ γενέσεις Κόρε. καὶ Ἐλεαζὰρ ὁ τοῦ Ἀαρὼν ἔλαβεν τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεές· αὗται αἱ ἀρχαὶ πατριᾶς Λευειτῶν κατὰ γενέσεις αὐτῶν. οὗτος Ἀαρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν. οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου· καὶ ἐξήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, αὐτὸς Ἀαρὼν καὶ Μωυσῆς. ᾟ ἡμέρᾳ ἐλάλησεν Κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Ἐγὼ Κύριος· λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐγὼ λέγω πρὸς σέ. καὶ εἶπεν Μωυσῆς ἐναντίον Κυρίου Ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραώ;
Tap any verse to see what it echoes — and start a chain or echo from it.