Echo Scripture

Exodus 17

Read in English (BSB) — Exodus 17

Καὶ ἀπῆρεν πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐκ τῆς ἐρήμου Σεὶν κατὰ παρεμβολὰς αὐτῶν διὰ ῥήματος Κυρίου, καὶ παρενεβάλοσαν ἐν Ῥαφιδείν· οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν. καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες Δὸς ἡμῖν ὕδωρ ἵνα πίωμεν. καὶ εἶπεν αὐτοῖς Μωυσῆς Τί λοιδορεῖσθέ μοι, καὶ τί πειράζετε Κύριον; ἐδίψησεν δὲ ἐκεῖ ὁ λαὸς ὕδατι, καὶ ἐγόγγυζεν ἐκεῖ ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες Ἵνα τί τοῦτο ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν καὶ τὰ κτήνη τῷ δίψει; ἐβόησεν δὲ Μωυσῆς πρὸς Κύριον λέγων Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ καταλιθοβολὴσουσίν με. καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Προπορεύου τοῦ λαοῦ τούτου, λάβε δὲ σεαυτῷ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ τὴν ῥάβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταμόν, λάβε ἐν τῇ χειρί σου καὶ πορεύσῃ. ὅδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σὲ ἐπὶ τῆς πέτρας ἐν Χωρήβ· καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός μου. ἐποίησεν δὲ Μωυσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ἰσραήλ. καὶ ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πειρασμός, καὶ Λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ καὶ διὰ τὸ πειράζειν Κύριον λέγοντας Εἰ ἔστιν Κύριος ἐν ἡμῖν ἢ οὔ; Ἦλθεν δὲ Ἀμαλὴκ καὶ ἐπολέμει Ἰσραὴλ ἐν Ῥαφιδείν. εἶπεν δὲ Μωυσῆς τῷ Ἰησοῦ Ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατούς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον· καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ θεοῦ ἐν τῇ χειρί μου. καὶ ἐποίησεν Ἰησοῦς καθάπερ εἶπεν αὐτῷ Μωυσῆς, καὶ ἐξελθὼν παρετάξατο τῷ Ἀμαλήκ· καὶ Μωυσῆς καὶ Ἀαρὼν καὶ Ὣρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ. καὶ ἐγίνετο ὅταν ἐπῆρεν Μωυσῆς τὰς χεῖρας, κατίσχυεν Ἰσραήλ· ὅταν δὲ καθῆκεν τὰς χεῖρας, κατίσχυεν Ἀμαλήκ. αἱ δὲ χεῖρες Μωυσῆ βαρεῖαι· καὶ λαβόντες λίθον ὑπέθηκαν ἐπ᾽ αὐτόν, καὶ ἐκάθητο ἐπ᾽ αὐτοῦ· καὶ Ἀαρὼν καὶ Ὣρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς· καὶ ἐγένοντο αἱ χεῖρες Μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου. καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλὴκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας. Εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν Κατάγραψον τοῦτο εἰς μνημόσυνον εἰς βιβλίον, καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῖ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. καὶ ᾠκοδόμησεν Μωσῆς θυσιαστήριον Κυρίῳ, καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Κύριος καταφυγή μου· ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεάς.

Tap any verse to see what it echoes — and start a chain or echo from it.