Echo Scripture

Esther 7

Read in English (BSB) — Esther 7

Εἰσῆλθεν δὲ ὁ βασιλεὺς καὶ Ἁμὰν συνπιεῖν τῇ βασιλίσσῃ. εἶπεν δὲ ὁ βασιλεὺς Ἐσθὴρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ Τί ἐστιν, Ἐσθὴρ βασίλισσα, καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξίωμά σου; καὶ ἔστω σοι ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου. καὶ ἀποκριθεῖσα εἶπεν Εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοθήτω ἡ ψυχὴ τῷ αἰτήματί μου, καὶ ὁ λόγος μου τῷ ἀξιώματί μου. ἐπράθημεν γὰρ ἐγώ τε καὶ ὁ λαός μου εἰς ἀπωλίαν καὶ διαρπαγὴν καὶ δουλίαν, ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ παρήκουσα· οὐ γὰρ ἄξιος ὁ διάβολος τῆς αὐλῆς τοῦ βασιλέως. εἶπεν δὲ ὁ βασιλεύς Τίς οὗτος ὅστις ἐτόλμησεν ποιῆσαι τὸ πρᾶγμα τοῦτο; εἶπεν δὲ Ἐσθήρ Ἄνθρωπος ἐχθρὸς Ἁμὰν ὁ πονηρὸς οὗτος. Ἁμὰν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης. ὁ δὲ βασιλεὺς ἐξανέστη ἀπὸ τοῦ συμποσίου εἰς τὸν κῆπον· ὁ δὲ Ἁμὰν παρῃτεῖτο τὴν βασίλισσαν, ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα. ἐπέστρεψεν δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου, Ἁμὰν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν· εἶπεν δὲ ὁ βασιλεύς Ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; Ἁμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ. εἶπεν δὲ Βουγαθὰν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα Ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Ἁμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς Ἁμὰν ξύλον πηχῶν πεντήκοντα. εἶπεν δὲ ὁ βασιλεύς Σταυρωθήτω ἐπ᾽ αὐτοῦ. καὶ ἐκρεμάσθη Ἁμὰν ἐπὶ τοῦ ξύλου ὃ ἡτοιμάσθη Μαρδοχαίῳ. καὶ τότε ὁ βασιλεὺς ἐκόπασεν τοῦ θυμοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.