Echo Scripture

Ecclesiastes 6

Read in English (BSB) — Ecclesiastes 6

Ἔστιν πονηρία ἣν ἴδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ὑπὸ τὸν ἄνθρωπον· ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ πάντων ὧν ἐπιθυμήσει· καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ θεὸς τοῦ φαγεῖν ἀπ᾽ αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν. τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν. ἐὰν γεννήσῃ ἀνὴρ ἑκατόν, καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅ τι ἔσονται ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ψυχὴ αὐτοῦ οὐ πλησθήσεται ἀπὸ τῆς ἀγαθωσύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα Ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα· ὅτι ἐν ματαιότητι ἦλθεν καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται, καί γε ἥλιον οὐκ εἶδεν, καὶ οὐκ ἔγνω ἀναπαύσεις τούτῳ ὑπὲρ τοῦτον. καὶ εἰ ἔζησεν χιλίων ἐτῶν καθόδους, καὶ ἀγαθωσύνην οὐκ εἶδεν, μὴ οὐκ εἰς τόπον ἕνα πορεύεται; πᾶς μόχθος ἀνθρώπου εἰς στόμα αὐτοῦ, καί γε ἡ ψυχὴ οὐ πληρωθήσεται. ὅτι περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα, διότι ὁ πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς. ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν· ὅτι εἰσὶν λόγοι πολλοὶ πληθύνοντες ματαιότητα.

Tap any verse to see what it echoes — and start a chain or echo from it.