Καὶ αὕτη ἡ εὐλογία ἣν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ. καὶ εἶπεν Κύριος ἐκ Σεινὰ ἥκει, καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν· καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσιν Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾽ αὐτοῦ. καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσιν, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ, νόμον ὃν ἐνετείλατο ὑμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ. καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ. Ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω, καὶ ἔστω πολὺς ἐν ἀριθμῷ. Καὶ αὕτη Ἰούδα· Εἰσάκουσον, Κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοις ἄν· καὶ αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν ἔσῃ. Καὶ τῷ Λευεὶ εἶπεν Δότε Λευεὶ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος Ἀντιλογίας. λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑόρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξεν τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν. δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ἰακώβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου. εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κὰταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν. Καὶ τῷ Βενιαμεὶν εἶπεν Ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ θεὸς σκιάζει ἐπ᾽ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν. Καὶ τῷ Ἰωσὴφ εἶπεν Ἐπ᾽ εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου, καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν, καὶ καθ᾽ ὥραν γενημάτων ἡλίου τροπῶν, καὶ ἀπὸ συνόδων μηνῶν, ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων, καὶ καθ᾽ ὥραν γῆς πληρώσεως· καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς Δοξασθεὶς ἐπ᾽ ἀδελφοῖς. πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ᾽ ἄκρου γῆς. αὗται μυριάδες Ἐφράιμ, καὶ αὗται χιλιάδες Μανασσή. Καὶ τῷ Ζαβουλὼν εἶπεν Εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου, καὶ Ἰσσαχὰρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ. ἔθνη ἐξολεθρεύσουσιν· καὶ ἐπικαλέσεσθε ἐκεῖ, καὶ θύσετε θυσίαν δικαιοσύνης· ὅτι πλοῦτος θαλάσσης θηλάσει σε, καὶ ἐμπόρια παράλιον κατοικούντων. Καὶ τῷ Γὰδ εἶπεν Εὐλογημένος ἐμπλατύνων Γάδ· ὡς λέων ἀνεπαύσατο, συντρίψας βραχίονα καὶ ἄρχοντα. καὶ ἴδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων, συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην Κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ. Καὶ τῷ Δὰν εἶπεν Δὰν σκύμνος λέοντος, καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασάν. Καὶ τῷ Νεφθαλεὶμ εἶπεν Νεφθαλεὶμ πλησμονὴ δεκτῶν, καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ Κυρίου· θάλασσαν καὶ λίβα κληρονομήσει. Καὶ τῷ Ἀσὴρ εἶπεν Εὐλογητὸς ἀπὸ τέκνων Ἀσὴρ, καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ. βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ· σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου. οὐκ ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου· ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου, καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος. καὶ σκεπάσει σε θεοῦ ἀρχή, καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων· ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρόν, λέγων Ἀπόλοιο. καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθώς, μόνος ἐπὶ γῆς Ἰακώβ· ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανός σοι συννεφὴς δρόσῳ. μακάριος σύ, Ἰσραήλ· τίς ὅμοιός σοι, λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.
Deuteronomy 33
Read in English (BSB) — Deuteronomy 33 →Tap any verse to see what it echoes — and start a chain or echo from it.